ΜϚʹ. Πλὴν ἐκεῖνο εὐαγγελίζομαί σοι. Ἡ στάσις, ἣν αὐτίκα στήσῃ μετὰ τὸ βάπτισμα πρὸ τοῦ μεγάλου βήματος, τῆς ἐκεῖθεν δόξης ἐστὶ προχάραγμα. Ἡ ψαλμῳδία, μεθ᾽ ἧς δεχθήσῃ, τῆς ἐκεῖθεν ὑμνῳδίας προοίμιον. Αἱ λαμπάδες, ἅσπερ ἀνάψεις, τῆς ἐκεῖθεν φωταγωγίας μυστήριον, μεθ᾽ ἧς ἀπαντήσομεν τῷ νυμφίῳ φαιδραὶ καὶ παρθένοι ψυχαὶ, φαιδραῖς ταῖς λαμπάσι τῆς πίστεως, μήτε καθεύδουσαι διὰ ῥᾳθυμίαν, ἵνα μὴ λάθῃ παρὼν ἀδοκήτως ὁ προσδοκώμενος, μήτε ἄτροφοι, καὶ ἀνέλαιοι, καὶ καλῶν ἔργων ἐπιδεεῖς, ἵνα μὴ τοῦ νυμφῶνος ἐκπέσωμεν. Ὁρῶ γὰρ τὸ πάθος, ὡς ἐλεεινόν. Ὁ μὲν παρέσται, ἀπαιτούσης τῆς κραυγῆς τὴν ἀπάντησιν· αἱ δὲ ἀπαντήσονται, ὅσαι φρόνιμοι, μετὰ λαμπροῦ τοῦ φωτὸς, καὶ δαψιλεστέρας τῆς τούτου τροφῆς· αἱ δὲ ταραχθήσονται ζητοῦσαι τὸ ἔλαιον οὐκ ἐν καιρῷ παρὰ τῶν ἐχόντων. Ὁ δὲ εἰσελεύσεται δρομαῖος· αἱ δὲ συνεισελεύσονται· αἱ δὲ ἀποκλεισθήσονται, τὸν τοῦ εἰσελθεῖν καιρὸν εἰς τὸ παρασκευάσασθαι δαπανήσασαι, καὶ πολλὰ μετακλαύσονται, ὀψὲ μαθοῦσαι τὴν ζημίαν τῆς ῥᾳθυμίας, ὅταν μηκέτι ὁ νυμφὼν αὐταῖς εἰσιτητὸς ᾖ, καὶ πολλὰ δεομέναις, ὃν κακῶς ἑαυταῖς ἀπέκλεισαν· ἄλλον τρόπον μιμησάμεναι τοὺς ὑστεροῦντας τοῦ γάμου, ὃν ὁ καλὸς πατὴρ ἑστιᾷ τῷ καλῷ νυμφίῳ, διὰ τὴν γυναῖκα τὴν νεόνυμφον, ἢ διὰ τὸν ἀγρὸν τὸν νεώνητον, ἢ τὸ ζεῦγος τῶν βοῶν, ἃ κακῶς ἐκτήσαντο, διὰ τῶν μικρῶν τὰ μείζονα ζημιούμενοι.