Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν, τὰ καλὰ, τὰ φαῦλα, τὰ φανερὰ, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ῥήματα, τὰ ἐνθυμήματα, τὰ πάντα ἀθρόως εἰς ἐξάκουστον τοῖς πᾶσι καὶ ἀγγέλοις καὶ ἀνθρώποις σαφῶς ἀνακαλύπτουσαι. Πρὸς ταῦτα ποταποὺς εἶναι ἀνάγκη τοὺς κακῶς βεβιωκότας; Ποῦ ἄρα ἡ ψυχὴ ἐκείνη καταδύσεται, ἡ ἐν ὄψεσι τοσούτων θεατῶν ἐξαίφνης ὀφθεῖσα αἰσχύνης ἀνάπλεως; ποίῳ δὲ σώματι τὰς ἀπεράντους ἐκείνας καὶ ἀνυποίστους ὑποστήσεται μάστιγας, ὅπου πῦρ ἄσβεστον, καὶ σκώληξ ἀθάνατα κολάζων, καὶ πυθμὴν ᾅδου σκοτεινὸς καὶ φρικώδης, καὶ οἰμωγαὶ πικραὶ, καὶ ὀλολυγμὸς ἐξαίσιος, καὶ κλαυθμὸς, καὶ βρυγμὸς ὀδόντων, καὶ πέρας οὐκ ἔχει τὰ δεινά; Τούτων οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια, οὐδὲ μηχανὴ τοῦ διεκδῦναι τὰ πικρὰ κολαστήρια. Ταῦτα φεύγειν ἔξεστι νῦν. Ἕως ἔξεστιν, ἑαυτοὺς ἀπὸ τοῦ πτώματος ἀναλάβωμεν, μηδ᾽ ἀπελπίσωμεν ἑαυτῶν, ἐὰν ἀναλύσωμεν ἀπὸ τῶν κακῶν. Ἔστιν ὁδὸς σωτηρίας, ἐὰν θέλωμεν. Σὲ ζητεῖ ὁ ποιμὴν ὁ καλὸς, ὁ καταλιπὼν τὰ μὴ πεπλανημένα. Ἐὰν ἐπιδῷς σεαυτὸν, οὐκ ὀκνήσει, οὐδ᾽ ἀπαξιώσει σε ὁ φιλάνθρωπος ἐπὶ τῶν ὤμων βαστάσαι τῶν ἰδίων, χαίρων ὅτι εὗρεν αὐτοῦ τὸ πρόβατον τὸ ἀπολωλός. Ἕστηκεν ὁ πατὴρ καὶ ἀναμένει τὴν σὴν ἀπὸ τῆς πλάνης ἐπάνοδον.