Νῦν οὖν ὡς ἤδη κεκαθαρμένοι ἀπὸ τῶν ζιζανίων, σκολόπων καὶ ἀκανθῶν, εὐκαρπήσατε, τέκνα μου, εὐζωήσατε, νέαν πολιτείαν ἐπιδείξασθε, μηδὲν ἐπιφερόμενοι τοῦ τῶν ἀπολισθησάντων φρονήματος, ἵνα μὴ τὰ αὐτὰ πάθητε· ὅλοι εἰλικρινεῖς, ὅλοι καθαροί, ὅλοι φέροντες ὕβριν, ἐξουδένωσιν, παραπληκτισμόν, πόλεμον ἐμφύλιον, ἐγκράτειαν, ὑπομονήν (τοῦτο γὰρ τὸ μαρτύριον τῆς ὑποταγῆς), καὶ οἱ ταῦτα ὑπομεμενηκότες λήψονται τὸν στέφανον τῆς δικαιοσύνης, ὅτι καὶ πρὸς μείζονα, εἰ δέοι, οὐκ ἀπολιγωρήσουσι· γέγραπται γάρ, ὅτι “ὁ ἐν ὀλίγῳ πιστὸς καὶ ἐν πολλῷ πιστός ἐστιν”· οἱ δὲ ἐν τοῖς ἐλαχίστοις ὀλιγωροῦντες πρόδηλον, ὅτι τῶν μεγίστων οὐδὲ ἄκρῳ δακτύλῳ ἅψασθαι δυνηθήσονται. τοιγαροῦν, ὡς ἤδη πυρωθέντες τῷ φίλτρῳ τοῦ Χριστοῦ καὶ στομωθέντες ταῖς περιστάσεσι καὶ τοῖς κινδύνοις, ἐνέγκατε γενναίως τὰ καθ’ ἑκάστην συμπίπτοντα καὶ ἀναδράμωμεν ἐπὶ τὴν χρυσῆν ὄντως ἐκείνην πολιτείαν τῶν ἁγίων πατέρων ἡμῶν, ἐν οἷς οὐ πεπολίτευτο παρακοή, ὑπερηφανία, ἀντιλογία, παῤῥησία, ὕβρις, ταραχή, ἧν δὲ εἰρηνικὴ καὶ ἀγγελική τις κατάστασις, ταῖς αὔραις τοῦ πνεύματος γαληνιῶσα. οἴδατε, ἃ λέγω, ὅτι ἀληθῆ καὶ ἀγαθά· εἰ δὲ ἀγαθά, καὶ ἐφετά· εἰ δὲ ἐφετά, τί καὶ ἡμεῖς μὴ ληψώμεθα αὐτά; τί μὴ ἀγαπήσωμεν; τί μὴ κραταιῶς ἀντισχῶμεν; καὶ διατί ἵνα φανῶμεν ἀλλότριοι ὧν μακαρίζομεν καὶ ὧν θαυμάζομεν;