Τοῦτο πεπονθότας εὑρήσομεν τοὺς Φαρισαίους, οἳ διὰ φιλαργυρίαν ἐξηυτέλιζον τὰς ἀρίστας παραινέσεις· καὶ δέον σεβασθῆναι, ἐμυκτήριζον ταῦτα εἰσηγούμενον Δεσπότην. Ἀλλ᾽ ἡμεῖς ἐξέλωμεν τὸ τῆς φιλαργυρίας κέντρον, ὃ καὶ εἰς ἀσέβειαν ἐγείρειν δύναται, καθάπερ ἐκείνους. Μακρὸν τοιγαροῦν ἐπ᾽ αὐτοῖς δαπανήσας λόγον ὁ τῶν ὅλων Σωτὴρ, εἶτα τῶν ἰδίων σκεμμάτων καὶ παθῶν οὐκ ἀποφοιτῶντας ὁρῶν, ἐμφιλοχωροῦντας δὲ μᾶλλον τῇ συντρόφῳ σκαιότητι, τρέπεται λοιπὸν ἐπὶ τὸ δριμὺ τῶν ἐλέγχων, καιροῦ καλοῦντος εἰς τοῦτο, καὶ ἀποφαίνει ὑποκριτὰς ὄντας καὶ βωμολόχους, καὶ δόξης μὲν ἐραστὰς, ἥπερ ἂν πρέποι δικαίοις τε καὶ ἀγαθοῖς ἀνδράσιν, οὐ μὴν ὄντας τοῦτο κατὰ ἀλήθειαν. <Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων.> (A f. 218) Τοῦτο καὶ ἑτέρωθί που πρὸς αὐτοὺς εὑρίσκεται λέγων· «Πῶς δύνασθε πιστεῦσαι, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, τὴν δὲ δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;» Τοὺς μὲν γὰρ ἀληθῶς ὄντας ἀγαθοὺς, τοῖς εἰς δικαιοσύνην ἐπαίνοις ὁ Θεὸς στεφανοῖ· οἵ γε μὴν ἀφιλάρετοι καὶ ὑποκριταὶ, τάχα ταῖς ἑαυτῶν ψήφοις, τὸ δοκεῖν εἶναι σεπτοὶ παρακλέπτουσιν. Ἀλλ᾽ οὐδεὶς, ὦ βέλτιστοι, φαίη τις ἂν αὐτοῖς, ἑαυτὸν στεφανοῖ. Γέγραπται γάρ· «Ἐγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα· ἀλλότριος, καὶ μὴ τὰ σὰ χείλη.»