ΚΕΦΑΛ. ΙϚʹ.
Περὶ τοῦ οἰκονόμου τῆς ἀδικίας.
Περὶ τοῦ μηδὲ κεραίαν ἀπὸ τοῦ νόμου παρελθεῖν ἄν.
Περὶ τοῦ μὴ ἀπολύειν τὴν γυναῖκα.
Περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου.
«Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ, ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. Καὶ φωνήσας αὐτόν, εἶπεν αὐτῷ· Τί τοῦτο ἀκούω περὶ σοῦ; Ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ δυνήσῃ ἔτι οἰκονομεῖν. Εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· Τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ; Σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι· ἔγνων τί ποιήσω, ἵνα, ὅταν μετασταθῶ τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους αὐτῶν. Καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου αὐτοῦ, ἔλεγε τῷ πρώτῳ· Πόσον ὀφείλεις τῷ κυρίῳ μου; Ὁ δὲ εἶπεν· Ἑκατὸν βάτους ἐλαίου· καὶ εἶπεν αὐτῷ· Δέξαι σου τὸ γράμμα, καὶ καθίσας ταχέως γράψον πεντήκοντα. Ἔπειτα ἑτέρῳ εἶπε· Σὺ δὲ πόσον ὀφείλεις; Ὁ δὲ εἶπεν· Ἑκατὸν κόρους σίτου. Καὶ λέγει αὐτῷ· Δέξαι σου τὸ γράμμα, καὶ γράψον ὀγδοήκοντα. Καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας, ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροί εἰσιν ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν. Κἀγὼ ὑμῖν λέγω, ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλείπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.»