Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς.
Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.
Ὁ δὲ εἶπε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις, πώλησον, καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ. Καὶ δεῦρο ἀκολούθει μοι. Ὁ δέ, ἀκούσας ταῦτα, περίλυπος ἐγένετο, ἦν γὰρ πλούσιος σφόδρα.» Δοκεῖ μέν τισιν οὗτος ὁ ἄνθρωπος πανοῦργός τις εἶναι, καὶ οἷον παγιδεῦσαι ζητῶν τὸν Ἰησοῦν ἐν λόγοις. Οὐκ ἔοικε δὲ τοῦτο, ἀλλὰ φιλάργυρος εἶναι. Ἐπεὶ καὶ ὁ Χριστὸς τοιοῦτον αὐτὸν ὄντα ἤλεγξε. Καὶ γὰρ Μάρκος φησίν, ὅτι προσδραμών, καὶ γονυπετῶν παρεκάλει τὸν Ἰησοῦν, καὶ ὅτι ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς ἠγάπησεν αὐτόν· φιλοχρήματος μὲν ἦν ὁ ἄνθρωπος. Πρόσεισι δὲ τῷ Ἰησοῦ μαθεῖν ἐφιέμενος περὶ ζωῆς αἰωνίου, τάχα ὡς φιλοχρήματος καὶ τοῦτο. Οὐδὲν γὰρ οὕτω φιλόζωον, ὡς φιλοχρήματος ἄνθρωπος. Ἐνόμισεν οὖν τὸν Ἰησοῦν ὑποθέσθαι αὐτῷ τρόπον, δι’ οὗ αἰωνίως ζήσεται, καταπολαύων τῆς κατασχέσεως τῶν χρημάτων. Ὡς δὲ ὁ Κύριος τὴν ἀπόκτησιν εἶναι πρόξενον εἶπε τῆς αἰωνίου ζωῆς, ὡς περιμεμψάμενος ἑαυτῷ τῆς ἐρωτήσεως, καὶ τῷ Ἰησοῦ τῆς ἀποκρίσεως, ἄπεισιν.