Πλὴν τῆς εὐπειθείας χάριν καὶ τῆς ὑμετέρας ἀγάπης τιμήν, τῶν ὑπὲρ ἀξίαν καὶ δύναμιν κατατολμῶν, ἐκεῖνο φημὶ περὶ ὧν ἐκελεύσατε, στοχαστικῶς, ἀλλ’ οὐκ ἀποφαντικῶς· κριτὴν ἀδικίας ἐν τῷ εὐαγγελίῳ παραβολικῶς ὑπάρχειν καὶ λέγεσθαι, τὸν ἡμέτερον λογισμόν, ἀρχῆθεν ἐκ παραβάσεως ἄδικον πεποιημένον τὴν κρίσιν, ὡς τὴν τοῦ κτίσαντος μὲν οὐ δεξάμενον ἐντολήν, τὴν δὲ τοῦ φθείροντος ἑλόμενον συμβουλήν, ἐξ οὗ καὶ τὸ χοϊκὸς εἶναι, τοῦ θεῖος γενέσθαι παμπολὺ προετίμησεν· πόλιν δὲ τούτου, τὴν αἴσθησιν ἢ τὸν ὁρώμενον κόσμον, οἷς παραλόγως κατὰ σχέσιν ἐπαναπαυόμενος, τῆς κατοικίας τὴν παροικίαν ἠλλάξατο, μήτε θεὸν φοβούμενος, μήτε μὴν ἄνθρωπον τὸν αὐτὸν γεγενημένον δι’ ἡμᾶς ἐντρεπόμενος, τὸ μέν, διὰ τὴν ἄνοιαν, τὸ δέ, διὰ τὴν καταφρόνησιν, ἐκείνην τε μὴ προορωμένην τῶν κριμάτων τὸ μέγεθος, καὶ ταύτην οὐκ εἰργομένην τέως ἕως ἡ χρηστότης προσμένουσα τὴν μεταβολήν, ἀναστέλλει τὴν βάσανον· αἷς ἑαυτὸν αὐθαδῶς περιέπειρεν, τῇ δεδομένῃ παρὰ τοῦ κτίσαντος εἰς ἐξάνυσιν τῶν καθηκόντων αὐτεξουσίῳ τιμῇ παρὰ τὸ δέον ἀποχρησάμενος, καὶ τοῦ νοουμένου τὸ φανὲν ἀγαθὸν κρίνας, ὃ μὴ θέμις ἦν, αἱρετώτερον· χήραν δὲ διοχλοῦσαν, τὴν λογικὴν ψυχήν, ἅτε δὴ πρὸς καρπογονίαν ἱερῶν καὶ ὁσίων ἔργων οὐκ ἔχουσαν τὸν τὰ καλὰ κατὰ φύσιν σπείροντα λόγον, μόνῃ τῇ πρὸς αὐτὸν ὁλικῇ ταύτης στοργῇ καὶ διαθέσει κρατούμενον, ἀλλ’ οὐ προσμένοντα διὰ τὴν ἀπόνευσιν καὶ τὴν αὐθαίρετον πρὸς τὰ τῇδε ῥοπήν· ἀντίδικον δὲ ταύτης, φημὶ δὲ τῆς ψυχῆς, τὸ τῆς δυστήνου σαρκὸς ἔνυλον κίνημά τε καὶ φρόνημα, δι’ οὗ τῆς ἐν ἡμῖν θείας εἰκόνος καὶ τοῦ κατ’ αὐτὴν ἀξιώματος, τό τε κάλλος καταμολύνειν σπουδάζουσι, καὶ τὸ διαυγὲς ἀμαυροῦν οἱ ἀκάθαρτοι δαίμονες, ὁπηνίκα δι’ ἡδονῆς ὑποπίπτουσιν ἐπεισφρήσωσι δεινῶς ἡμῖν τὰ τῆς ἀτιμίας αἴσχη καὶ πάθη, δι’ ἃ καὶ ὁ θάνατος κατεκρίθη τῆς φύσεως, οὐχ’ ἑλομένοις τὸ ἀπαρχῆς τῆς ὄντως κατατρυφῆσαι ζωῆς· ὑποπιασμοὺς δέ, τοὺς ἐκ τῆς συνειδήσεως μεθ’ ὑποφωνήσεώς τινος παρακλητικοὺς αἰκισμούς, οἷς προτεινομένοις ἐκ τῆς ψυχῆς ἠρέμα πῶς εἴωθεν κάμπτεσθαι τὸ αὐστηρὸν τοῦ λογισμοῦ καὶ πρὸς τὰ καλὰ διὰ τὴν χρονιωτέραν ἕξιν ἀνύπεικτον, οὐ φέροντος ἐνδομυχοῦσαν καὶ οἷον αἰκίζουσάν τε συνεχῶς καὶ διοχλοῦσαν τὴν βάσανον, ἕως λυμῄνηται τὰ τὴν ψυχὴν λυμαινόμενα πάθη δι’ ἐγκρατείας καὶ τῆς περὶ τὰ μέλη τῆς σαρκὸς ἑκουσίου νεκρώσεως, εἶτα καὶ πρὸς ἀγχιστείαν αὐτοῦ τοῦ Λόγου δι’ εὐσεβείας καὶ τῆς περὶ τὰ κρείττω τελεωτέρας ἀγάγοι σπουδῆς· οἷς φυσικῶς ἐνεργουμένοις, τὰ οἰκεῖα καὶ πατρικὰ παραβάλλων ὁ ὑπὲρ οὐσίαν καὶ φύσιν θεός, κύριος ἡμῶν Ἰησοῦς Χριστός, Ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ φησὶν τὴν ἐκδίκησιν ὑμῶν, δι’ ἐμοῦ σαρκωθέντος καὶ τὴν τοῦ καθαιρέτου τῆς φύσεως ποιουμένου καθαίρεσιν.