Κύριε, δέκα μνᾶς ἔχει. Λέγω ὑμῖν, ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει, ἀρθήσεται ἀπ’ αὐτοῦ. Πλὴν τοὺς ἐχθρούς μου ἐκείνους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτοῖς, ἀγάγετε ὧδε, καὶ κατασφάξατε ἔμπροσθέν μου. Καὶ εἰπὼν ταῦτα, ἐπορεύετο ἔμπροσθεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα.» Ἐν τῷ ἐπανέρχεσθαι αὐτόν, ὁ Χριστὸς ὁ εὐγενής, καὶ κατὰ τὸ ἀνθρώπινον, ἐκ βασιλικοῦ γὰρ γένους κατήγετο ὁ Κύριος, καὶ κατὰ τὸ θεῖον, τουτέστιν, ἐν τῇ δευτέρᾳ αὐτοῦ ἐλεύσει, ὅτε φανήσεται βασιλεὺς μετὰ τῶν ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Πατρὸς ἐρχόμενος, καὶ πᾶν γόνυ κάμψει αὐτῷ, τότε δὴ τότε καὶ τοὺς τὰ χαρίσματα δεξαμένους δούλους λογοπραγεῖ, καὶ εὑρίσκονται, ὁ μὲν πολλοὺς ὠφελήσας, καὶ δεκαπλασιάσας τὸ χάρισμα, ὁ δὲ ὠφελήσας μὲν καὶ αὐτός, ἐλάττους δέ, ὁ δὲ μήδ’ ὅλως ὠφελήσας τινά, ἀλλ’ ἐν ῥαθυμίᾳ δαπανήσας τὸν καιρὸν τῆς πραγματείας. Διὸ ὁ μὲν δεκαπλασιάσας ὃ ἔλαβεν, ἐπάνω δέκα πόλεων καθίσταται, τουτέστιν, ἀρχὴν δέκα πόλεων λαμβάνει, ὅ ἐστι, πολλαπλασίους τὰς ἀμοιβὰς δέχεται. Καὶ ὁ ἐφεξῆς κατὰ τὴν ἀναλογίαν. Ὁ δὲ μηδὲν κερδάνας, κατακρίνεται. Ἴδωμεν δὲ καὶ τί φησι· Κύριε, ἰδοὺ ἡ μνᾶ σου, λάβε ταύτην· εἶχον γὰρ ταύτην ἐν σουδαρίῳ ἀποκειμένην.