Καὶ οὐκ ἠδύνατο βλέπειν ἀπὸ τοῦ ὄχλου, ὅτι μικρὸς ἦν τῇ ἡλικίᾳ. Καὶ προλαβὼν εἰς τὰ ἔμπροσθεν, ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ τὸν Ἰησοῦν, ὅτι ἐκεῖθεν ἤμελλε διέρχεσθαι. Ζακχαῖος ὁ τὴν ἡλικίαν τοῦ σώματος μικρὸς, τῇ δὲ φρονήσει τοῦ πνεύματος μέγας, ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν, ἐπεθύμει ἰδεῖν τὸν Θεὸν ἐν ἀνθρώποις τὰ οὐράνια χαριζόμενον· ἐζήτει ἰδεῖν τὸν τῶν ἀγγέλων κτιστὴν, καὶ τοῦ οὐρανίου καὶ ὑπεργείου φωτὸς λαμπαδοθέτην βήμασιν ἀνθρωπίνοις περιπατοῦντα· ἐζήτει ἰδεῖν πῶς ὁ ἥλιος τῆς δικαιοσύνης ἐν τῇ νεφέλῃ τοῦ σώματος καθεζόμενος, τῶν πιστῶν τοὺς ὀφθαλμοὺς τῆς καρδίας κατηύγασεν· ἐζήτει ἰδεῖν τὸν Θεὸν Ἰησοῦν, τὸ καλὸν σχῆμα, τὸ ποθεινὸν πρᾶγμα, τὸ γλυκὺ ὄνομα Ἰησοῦν, τὸν ἐκ τοῦ ὀνόματος πρᾶγμα σημαίνοντα· ἐπεθύμει ἰδεῖν τὸ πορφυρόμαλλον πρόβατον, οὗ τὸ αἷμα τὴν οἰκουμένην ἐξηγόρασε, καὶ ὁ πόκος αὐτοῦ ἀπὸ Ἀδὰμ μέχρι τέλους γυμνωθέντας ἐσκέπασεν· ἐπεθύμει ἰδεῖν ὁ αἰχμάλωτος στρατιώτης τὸν ἴδιον βασιλέα, τὸ πρόβατον τὸν ποιμένα, ὁ πεπλανημένος τὴν ὁδὸν, ὁ ἐσκοτισμένος τὸ φέγγος· ἐπεθύμει ἰδεῖν τὸν τῆς εὐσεβείας κήρυκα, ὁ μὴ ἔχων τὸ τῆς θεογνωσίας γλυκύτατον ἄρτυμα· ἐζήτει ἰδεῖν ὁ ἄῤῥωστος τὴν ὑγείαν, ὁ πεινῶν τὸν οὐράνιον ἄρτον, ὁ διψῶν τὴν ζωοφόρον πηγήν· ἐπεθύμει ἰδεῖν τὸν τῶν ἱερέων ζωοδότην, καὶ ἐξυπνιστὴν τοῦ Λαζάρου. Ὢ ἔρωτος θείου, ὢ ἐπιθυμίας ἀγαθῆς!