Ἀλλ’ ἰδοὺ τρεῖς ἡμῖν παρήχθησαν, εἷς ἀφ’ ἑκάστου τῶν τριῶν ἐν τῷ χριστωνύμῳ πληρώματι ταγμάτων· ἐκ τῶν ἀποστόλων, Πέτρος ὁ κορυφαῖος, ἐκ τῶν ἱεραρχῶν, Διονύσιος ὁ πάσης ἐνθέου ἱεραρχίας ὑποφήτης, ἐκ τῶν ἀναχωρητῶν, Ἰσαὰκ μύστης καὶ τελετὴς τῆς καθ’ ἡσυχίαν ἀγωγῆς, καὶ κατὰ τὸ γεγραμμένον ἐπὶ τῶν κατὰ τὴν Χριστοῦ γέννησιν ποιμένων ὅτι εὐθὺς σὺν τῷ λόγῳ τοῦ ἀγγέλου «πλῆθος οὐρανίου στρατιᾶς» ἐπέστη συμμαρτυροῦν, οὕτω καὶ σὺν τῷ τοῦ Ἀποστόλου λόγῳ πλῆθος ἐπέστη ἀποστόλων συμφωνοῦν, ὁσίων τε καὶ ἱερέων ἐφ’ ἑκατέρῳ τῶν λοιπῶν. Τοῦτο τοίνυν τὸ πλῆθος ὁμόλογον ἅπαν ἀνέπεμψαν φωνὴν ὡς ἔστι φῶς τοῖς ἁγίοις φαινόμενον, ἄλλο μὲν παρὰ τὴν ἀπὸ τῶν κτιστῶν ἁπάντων γνῶσιν, τοσούτῳ δ’ ἱερώτερον ὅσῳ καὶ «δόξα ἐστὶ φύσεως Θεοῦ» καὶ τοῖς θεοειδέσι μόνοις γενομένοις καθορᾶται, τοσούτῳ δ’ ἀπέχον τοῦ φαντασιῶδες εἶναι ἢ τοῖς αἰσθητοῖς παραπλήσιον φωσὶν ἢ συμβολικῶς κατ’ αὐτὰ διαπεπλάσθαι ὡς καὶ τοῦ μέλλοντος αἰῶνος τοῦθ’ ὑπόστασιν καὶ καλλονὴν ὑπάρχειν, μόνον φῶς ἀληθινόν, αἰώνιον, ἄτρεπτον, ἀνέσπερον, ἀναλλοίωτον, δι’ οὗ φῶς ἡμεῖς γινόμεθα, τελείου φωτὸς γεννήματα. Τούτους οὖν τοὺς τοσούτους «ἀπορρέοντάς τε καὶ εἰσπνέοντας» καλῶν διασύρεις καὶ περὶ τὴν τοῦ Θεοῦ οὐσίαν ἁμαρτάνειν λέγεις, φιλόσοφε, τοὺς θεόπτας, τοὺς θεοσόφους, τοὺς θεοκήρυκας;