Οἱ ποιμένες οὗτοι σύμβολόν εἰσι τῶν πνευματικῶν ποιμένων, τῶν ἀρχιερέων· δεῖ οὖν τοὺς ἀρχιερεῖς φυλάσσειν τὴν ποίμνην αὐτῶν καὶ ἀγραυλεῖν, τουτέστιν, ᾄδειν πνευματικά τινα, καὶ διδάσκειν τὸν λαόν, καὶ οὕτως ἀξιωθήσονται θείων θεαμάτων καὶ ἀκουσμάτων. Βηθλεὲμ δὲ ἑρμηνεύεται οἶκος τοῦ ἄρτου· τίς δὲ ἄλλος ἐστὶν ὁ οἶκος τοῦ ἄρτου, ἢ ἡ Ἐκκλησία, ἐν ᾗ ὁ ἄρτος ἀπόκειται; Ἔργον οὖν ἐστι τοῖς λογικοῖς ποιμέσιν ἐπιζητεῖν οὐράνιον ἄρτον· καὶ μεθ’ ὃ ἴδωσι τὸν ἄρτον, ὀφείλουσι καὶ τοῖς ἄλλοις κηρύττειν· ὥσπερ καὶ οἱ ποιμένες ἰδόντες τὸ βρέφος, διελάλησαν καὶ τοῖς ἄλλοις. «Ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς· καὶ ὑπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν, οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.» Ποῖα ῥήματα συνετήρει ἡ Παρθένος; Τινὲς μὲν λέγουσιν ὅτι ὅσα εἰρήκει αὐτῇ ὁ ἄγγελος, καὶ ὅσα οἱ ποιμένες εἶπον, ἐπετήρει γὰρ ταῦτα καὶ συνέβαλλεν ἐν τῇ καρδίᾳ αὐτῆς, τουτέστι, συνέκρινε, καὶ εὕρισκεν ἐκ πάντων μίαν σύμφωνον γνώμην, ὅτι Θεός ἐστιν ὁ Υἱὸς αὐτῆς.