ΚΕΦΑΛ. Κʹ.
Περὶ τοῦ ἀμπελῶνος παραβολή.
Περὶ τῶν ἐγκαθέντων διὰ τὸν κῆνσον.
Περὶ τῶν Σαδδουκαίων τὴν ἀνάστασιν ἀρνουμένων.
Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως πρὸς τοὺς Φαρισαίους.
«Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε χρόνους ἱκανούς. Καὶ ἐν καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος ἐπιδῶσιν αὐτῷ· οἱ δὲ γεωργοὶ δείραντες αὐτόν, ἐξαπέστειλαν κενόν. Καὶ προσέθετο πέμψαι ἕτερον δοῦλον, οἱ δὲ κἀκεῖνον δείραντες, καὶ ἀτιμάσαντες, ἐξαπέστειλαν κενόν. Καὶ προσέθετο πέμψαι τρίτον, οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. Εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος Τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται.