Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοί, διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.
Καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται, καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.» Βραχεῖα μὲν αὕτη ἡ παραβολή, πλὴν πολλὰ καὶ μεγάλα διδάσκει ἡμᾶς· τὴν πρόνοιαν τοῦ Θεοῦ, ἣν ἐπὶ τοῖς Ἑβραίοις τοσαύτην ἐχαρίσατο, μᾶλλον δὲ ἐπεδείξατο, τὸ ἐξ ἀρχῆς αὐτῶν φονικόν, τὸ καὶ τῆς Παλαιᾶς καὶ τῆς Νέας ἕνα εἶναι τὸν Θεόν, τὸ εἰσαχθήσεσθαι τὰ ἔθνη, τὸ ἀποῤῥιφήσεσθαι τοὺς Ἰουδαίους. Ἀμπελὼν οὖν αὕτη ἡ Συναγωγὴ τῶν Ἰουδαίων, γεωργοὶ δὲ οἱ Γραμματεῖς, καὶ Φαρισαῖοι οἱ προέχοντες, καὶ ἐπιστάται τοῦ λαοῦ, ἢ καὶ ἕκαστος ἡμῶν αὐτὸς ἀμπελών, αὐτὸς γεωργός· ἕκαστος γὰρ ἡμῶν αὐτὸς ἑαυτὸν γεωργεῖ. Τοῦτον οὖν τὸν ἀμπελῶνα ἐκδοὺς γεωργοῖς ὁ φιλάνθρωπος, ἀπεδήμησε, τουτέστιν, αὐτεξουσίους αὐτοὺς ἀφῆκε πορεύεσθαι. Ἀπέστειλε δὲ διαφόρους δούλους, προφήτας φημί, ὡς ἂν σχοίη τι κέρδος μικρόν. Ἐκ τοῦ καρποῦ γάρ, φησί, ἤθελε λαβεῖν, οὐ τὸν καρπὸν ἅπαντα· τί γὰρ κερδαίνει ὁ Θεὸς ἀφ’ ἡμῶν, εἰ μὴ τὴν αὐτοῦ ἐπίγνωσιν; Καὶ αὕτη δὲ ἡμέτερον κέρδος, ὅμως τὴν σωτηρίαν ἡμῶν καὶ τὸ ἡμέτερον κέρδος οἰκεῖον ποιεῖται.