Θαῤῥῶν δέ, εἴποι ἄν τις πάντα τὰ πνευματικὰ εἶναι τὸν ἀμπελῶνα, εἴτε ἐν τῇ Γραφῇ καὶ νόμοις, εἴτε ἐν πράξεσι καὶ ἱστορίαις ἔκειντο, ὧν πάντων ἐστερήθησαν οἱ Ἰουδαῖοι, καὶ ἡμεῖς ἀπολαύομεν. «Ἀκούσαντες δὲ εἶπον· Μὴ γένοιτο. Ὁ δὲ ἐμβλέψας αὐτοῖς, εἶπε· Τί οὖν ἐστι τὸ γεγραμμένο τοῦτο, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; Πᾶς ὁ πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον, συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσαι αὐτόν. Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς, καὶ οἱ Γραμματεῖς ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν. Ἔγνωσαν γάρ, ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην εἶπεν» Ὁ μὲν Λουκᾶς, ὡς ἀκούεις, τὸν Κύριόν φησιν εἰπεῖν, ὅτι Ἀπολέσει ὁ δεσπότης τοῦ ἀμπελῶνος τοὺς ἀγνώμονας γεωργούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις· ὅπερ ἀκούσαντας τοὺς Φαρισαίους, εἰπεῖν, Μὴ γένοιτο. Ὁ δὲ Ματθαῖος ἑτέρως φησί· τὸν μὲν γὰρ Κύριον ἐρωτῆσαι, Τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις ὁ δεσπότης τοῦ ἀμπελῶνος; καὶ τοὺς Ἰουδαίους ἀποκριθέντας εἰπεῖν, Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις.