Τί ἐστιν, Ὅσιος; Ἄληπτος, ὀρθὸς, καθαρὸς, ἄμωμος, οὐδεμίαν οὐδενὶ παρέχων λαβήν. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους. Εἰπὼν περὶ τῆς βασιλείας, ὅτι ἀπέραντος, περὶ τῶν λόγων, ὅτι ἀληθεῖς, περὶ τῶν πράξεων, ὅτι ἄληπτοι, περὶ τῆς δόξης, περὶ τῆς μεγαλοπρεπείας, λέγει πάλιν περὶ τῆς φιλανθρωπίας· ὃ καὶ αὐτὸ μεγίστη δόξα τῆς βασιλείας αὐτοῦ, τὸ μὴ μόνον διακρατεῖν τοὺς ἑστῶτας, ἀλλὰ καὶ μέλλοντας καταπίπτειν μὴ ἐᾷν τοῦτο παθεῖν, καὶ κειμένους ἀνιστᾷν, καὶ τὸ δὴ θαυμαστὸν, ὅτι πάντας, οὐ τὸν δεῖνα μόνον, ἀλλὰ πάντας, κἂν δοῦλοι, κἂν πένητες ὦσι, κἂν ἄσημοι, κἂν ἐξ ἀσήμων. Πάντων γάρ ἐστι Δεσπότης, καὶ οὐδὲ κειμένους παρατρέχει, οὐδὲ σαλευομένους ὑπερορᾷ. Τοῦτο καὶ ἐπὶ τῆς κοινῆς φύσεως ἐποίησε· τοῦτο καὶ ἐφ᾽ ἑκάστου ἐργάζεται. Εἰ δέ τινες τῶν κειμένων οὐκ ἀνίστανται, οὐ παρ᾽ αὐτὸν τὸν βουλόμενον ἀνορθῶσαι, ἀλλὰ παρ᾽ ἐκείνους τοὺς μὴ θέλοντας ἀναστῆναι. Ἐπεὶ καὶ τὸν Ἰούδαν πεσόντα ἠβουλήθη ἀναστῆσαι, καὶ πρὸς τοῦτο πάντα εἰργάσατο, ἀλλ᾽ ἐκεῖνος οὐκ ἠθέλησε. Τὸν γοῦν Δαυῒδ πεσόντα ἀνώρθωσε· καὶ ἰσχυρὸν ἐποίησε. Τὸν Πέτρον μέλλοντα καταπίπτειν ἀνέστησε. Καὶ ἄκουε πῶς· Σίμων, Σίμων, φησὶν, ἰδοὺ ὁ Σατανᾶς ἐξῄτησε σινιάσαι ὑμᾶς, ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου.