Καὶ ἀποκριθεὶς ὁ Βασιλεὺς ἐρεῖ αὐτοῖς· 〈ἀμὴν〉 λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Βλέπεις, ἀδελφέ, ὅτι οὐδὲν ὅλως ἔχει ὁ τοιοῦτος; Σὺ οὖν μνημόνευε τῶν λόγων ὧν ἀκούεις, καὶ κατόρθωσον τὴν ὁδόν σου. Βλέπε μὴ ἐάσῃς τὴν λήθην κατελθεῖν καὶ ἁρπάσαι αὐτοὺς ἐκ τῆς καρδίας σου. Βλέπε μὴ ἐάσῃς τὰ πετεινὰ κατελθεῖν καὶ καταφαγεῖν τὸ σπέρμα τοῦ Υἱοῦ τοῦ Θεοῦ. Αὐτὸς γὰρ εἶπεν ὅτι τὸ σπέρμα ἐστὶν ὁ λόγος, ὃν ἠκούσατε. Κρύψον οὖν τὸ σπέρμα εἰς τὰς λαγόνας τῆς γῆς, ὅπως καρποφορήσῃς· τουτέστι κρύψον τὸν λόγον ἐν μέσῳ τῆς καρδίας σου, ὅπως καρποφορήσῃς τῷ Κυρίῳ. Ὅταν δὲ ἀναγινώσκῃς, ἐπιμελῶς καὶ ἐπιπόνως ἀναγίνωσκε, ἐν πολλῇ καταστάσει ἀνακρινόμενος τὸν στίχον, εἴτε δεύτερον, εἴτε τρίτον· καὶ μὴ σπούδαζε τὰ φύλλα τοῦ βιβλίου μόνον διέρχεσθαι, ἀλλ᾽ οὗ ἂν χρεία, καὶ δεύτερον καὶ τρίτον ἢ καὶ πλεῖστον διέρχεσθαι τὸν στίχον, ὅπως νοήσῃς τὴν δύναμιν τοῦ στίχου. Ὅταν δὲ μέλλῃς καθεσθῆναι καὶ ἀναγινώσκειν, ἢ δὲ καὶ πάλιν ἄλλου ἀκοῦσαι ἀναγινώσκοντος, δεήθητι τοῦ Κυρίου πρῶτον λέγων· Κύριε Ἰησοῦ Χριστέ, ἄνοιξον τὰ ὦτα καὶ τοὺς ὀφθαλμούς μου, τουτέστι τῆς καρδίας μου, τοῦ ἀκοῦσαί με καὶ συνιέναι 〈καὶ〉 ποιῆσαι τὸ θέλημά σου, Κύριε, ὅτι πάροικός εἰμι ἐγὼ ἐν τῇ γῇ. Μὴ ἀποκρύψῃς ἀπ᾽ ἐμοῦ τὰς ἐντολάς σου, ἀλλὰ ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐν τῷ νόμῳ σου.