γʹ. Διὰ τί δὲ τοῦτο γίνεται; Διὰ τοὺς μετὰ ταῦτα, οἷς μέλλει ἐξηγεῖσθαι· ἐπεὶ αὐτὸς ἤδη ἀκούσας ἦν, ὅτι Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε. Καὶ μὴ θαυμάσῃς. Εἰ γὰρ περιτομῆς ἐδεήθη καὶ θυσίας Παῦλος, πολλῷ μᾶλλον τότε ἐν ἀρχῇ τοῦ κηρύγματος ἀσθενεστέρων ὄντων αὐτῶν, τούτων ἔδει. Καὶ ἰδοὺ οἱ ἄνδρες, φησὶ, οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου ἐπέστησαν ἐπὶ τὸν πυλῶνα· καὶ φωνήσαντες ἐπυνθάνοντο, εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. Ἅτε ὡς εὐτελῆ οἰκίαν, κάτωθεν ἐπυνθάνοντο, οὐ τοὺς γείτονας ἠρώτων. Τοῦ δὲ Πέτρου διενθυμουμένου, εἶπεν αὐτῷ τὸ Πνεῦμα· Ἀναστὰς κατάβηθι, καὶ πορεύου μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς. Ὅρα· οὐκ εἶπε· Διὰ γὰρ τοῦτο τὸ ὅραμά σοι ὤφθη· ἀλλ᾽, Ἐγὼ αὐτοὺς ἀπέσταλκα· δεικνὺς, ὅτι οὕτω δεῖ πείθεσθαι, εὐθύνας οὐκ ἀπαιτοῦντα. Ἀρκεῖ γὰρ πρὸς πᾶσαν πληροφορίαν τὸ ἀκοῦσαι παρ᾽ αὐτοῦ· Τόδε ποίησον, τόδε λάλησον, καὶ μηδὲν πλέον ζητεῖν. Καταβὰς δὲ Πέτρος εἶπεν· Ἰδοὺ ἐγώ εἰμι, ὃν ζητεῖτε. Τί δήποτε οὐκ εὐθέως αὐτοὺς ἐδέξατο, ἀλλὰ πυνθάνεται; Εἶδε στρατιώτας ὄντας τοὺς ἐπιστάντας. Διὸ οὐχ ἁπλῶς ἐρωτᾷ, ἀλλὰ πρότερον ὁμολογήσας αὐτὸς εἶναι, τότε τὴν αἰτίαν πυνθάνεται τῆς ἀφίξεως, ἵνα μὴ νομισθῇ διὰ τοῦτο πυνθάνεσθαι, ὡς δὴ θέλων ἑαυτὸν κατακρύψαι. Καὶ πυνθάνεται, ἵνα, ἂν μὲν εὐθέως κατεπείγῃ, καὶ συνεξέλθῃ· ἂν δὲ μὴ, ἵνα ξενίσῃ.