Διό φησι, Τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. Εἰ δὲ τὸ ἐξ ἀκολουθίας ἐκβὰν ὡς προηγουμένως γεγενημένον λέγει, μὴ θαυμάσῃς· βούλεται γὰρ αὐτῶν παραμυθήσασθαι πεπληγυίας τὰς ψυχάς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἦλθε πρὸς αὐτοὺς Ἰησοῦς· οὐκ ἐδέξαντο αὐτὸν μυρία θαυματουργοῦντα, ἀλλ᾽ ἐσταύρωσαν· ἐπεσπάσατο λοιπὸν τὰ ἔθνη, ἵνα ἡ ἐκείνων τιμὴ δάκνουσα αὐτῶν τὴν ἀναισθησίαν, κἂν ἐκ τῆς πρὸς ἑτέρους φιλονεικίας αὐτοὺς πείσῃ προσελθεῖν. Ἔδει μὲν γὰρ δεχθῆναι ἐκείνους πρῶτον, καὶ τότε ἡμᾶς· διὸ καὶ ἔλεγε· Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· ἐπειδὴ δὲ ἀπεσκίρτησαν, οἱ δεύτεροι πρῶτοι γεγόναμεν. Εἶδες τοίνυν πόσην αὐτοῖς συνάγει κἀντεῦθεν τιμήν· μίαν μὲν, ὅτι τότε φησὶν ἡμᾶς κληθῆναι, ὅτε αὐτοὶ οὐκ ἠθέλησαν· δευτέραν δὲ, ὅτι διὰ τοῦτό φησι κληθῆναι, οὐχ ἵνα ἡμεῖς σωθῶμεν μόνον, ἀλλ᾽ ἵνα καὶ ἐκεῖνοι διὰ τῆς ἡμετέρας σωτηρίας ζηλώσαντες, βελτίους γένωνται. Τί οὖν, φησίν; εἰ μὴ διὰ τοὺς Ἰουδαίους, οὐκ ἂν ἐκλήθημεν καὶ ἐσώθημεν; Οὐκ ἂν πρὸ ἐκείνων, ἀλλ᾽ ἐν τῇ προσηκούσῃ τάξει. Διὸ καὶ ὅτε τοῖς μαθηταῖς ἔλεγεν, οὐκ εἶπεν ἁπλῶς, Πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ, ἀλλὰ, Πορεύεσθε, μᾶλλον, δεικνὺς ὅτι καὶ πρὸς ἐκεῖνα δεῖ μετὰ ταῦτα ἀπελθεῖν.