Λέγω οὖν, ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε, τουτέστιν, Ἐπεὶ ἐγὼ ὁ μείζων τοῦ ναοῦ Δεσπότης, καὶ μετὰ τῶν μαθητῶν εἰμι, μείζονα ἐξουσίαν ἔχουσιν οὗτοι λύειν τὸ Σάββατον παρὰ τοὺς ἱερεῖς. «Εἰ δὲ ἐγνώκειτε τί ἐστιν· Ἔλεον θέλω, καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους, Κύριος γάρ ἐστι καὶ τοῦ Σαββάτου ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Δείκνυσιν αὐτοὺς καὶ ἀμαθεῖς, ὡς μὴ γινώσκοντας τὰ προφητικά· Οὐκ ἔδει γάρ, φησίν, ἐλεῆσαι τοὺς ἀνθρώπους πεινῶντας; Ἄλλως τε, Ἐγὼ ὁ Υἱὸς τοῦ ἀνθρώπου Κύριός εἰμι τοῦ Σαββάτου, ὡς πάντων καὶ τῶν ἡμερῶν Δημιουργός, ὥστε ἐγὼ λύω τὸ Σάββατον ὡς Δεσπότης. Νόησον δὲ καὶ κατὰ ἀναγωγήν· ἐπεὶ γὰρ ἐργάται ἦσαν οἱ ἀπόστολοι, θερισμὸς δὲ καὶ στάχυες οἱ πιστεύοντες, ἔτιλλον τούτους οἱ ἀπόστολοι καὶ ἤσθιον, τουτέστι, βρῶμα εἶχον τὴν σωτηρίαν τῶν ἀνθρώπων· τοῦτο δὲ ἐποίουν ἐν τοῖς Σάββασιν, ἐν τῇ ἀργίᾳ τῶν κακῶν· οἱ δὲ Φαρισαῖοι ἠγανάκτουν. Οὕτω κἀν τῇ Ἐκκλησίᾳ, τῶν διδασκάλων πολλάκις διδασκόντων καὶ ὠφελούντων, οἱ Φαρισαΐζοντες καὶ φθονεροὶ ἀπαρέσκονται. «Καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν, καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐκεῖ, τὴν χεῖρα ἔχων ξηράν, καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες· Εἰ ἔξεστι τοῖς Σάββασι θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ.» Οἱ ἄλλοι εὐαγγελισταὶ λέγουσιν, ὅτι ὁ Ἰησοῦς ἐπηρώτησε τοὺς Φαρισαίους.