Ἐνόμιζον αὐτὸν ταῦτα λέγοντα ἐπ᾽ ἀναιρέσει τῶν παλαιῶν νομίμων ποιεῖν. Ταύτην τοίνυν ἰᾶται τὴν ὑπόνοιαν. Καὶ οὐκ ἐνταῦθα τοῦτο ποιεῖ μόνον, ἀλλὰ καὶ ἑτέρωθι πάλιν. Ἐπειδὴ γὰρ ἀντίθεον ἐντεῦθεν αὐτὸν ἐνόμιζον εἶναι, ἀπὸ τοῦ τὸ Σάββατον μὴ τηρεῖν, θεραπεύων αὐτῶν τὴν τοιαύτην ὑποψίαν, κἀκεῖ πάλιν τίθησιν ἀπολογίας, τὰς μὲν ἑαυτῷ πρεπούσας, ὥσπερ ὅταν λέγῃ, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· τὰς δὲ πολὺ τὸ συγκαταβατικὸν ἐχούσας, οἷον ὡς ὅταν εἰς μέσον παράγῃ πρόβατον ἀπολλύμενον ἐν Σαββάτῳ, καὶ δεικνύῃ διὰ τὴν ἐκείνου σωτηρίαν τὸν νόμον κινούμενον, καὶ περιτομῆς μνημονεύῃ τὸ αὐτὸ τοῦτο ποιούσης πάλιν. Διὸ δὴ καὶ ταπεινότερα φθέγγεται πολλάκις ῥήματα, ἵνα τὸ δοκεῖν εἶναι ἀντίθεος ἀνέλῃ. Διὰ τοῦτο ὁ μυρίους νεκροὺς ἐγείρας λόγῳ μόνῳ, ἡνίκα τὸν Λάζαρον ἐκάλει, καὶ εὐχὴν προσέθηκεν· εἶτα, ἵνα μὴ τοῦτο ἐλάττονα αὐτὸν δείξῃ τοῦ γεγεννηκότος, διορθούμενος τὴν ὑπόνοιαν, ἐπήγαγεν, ὅτι Ταῦτα εἶπον διὰ τὸν ὄχλον τὸν περιεστῶτα, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Καὶ οὔτε πάντα ὡς αὐθεντῶν ἐργάζεται, ἵνα τὴν ἐκείνων ἀσθένειαν διορθώσηται· οὔτε πάντα εὐχόμενος ποιεῖ, ἵνα μὴ τοῖς μετὰ ταῦτα καταλίπῃ πονηρᾶς ὑποψίας ὑπόθεσιν, ὡς ἀσθενῶν καὶ ἀδυνάτως ἔχων· ἀλλὰ μίγνυσι ταῦτα ἐκείνοις, κἀκεῖνα τούτοις. Καὶ οὐδὲ τοῦτο ἁπλῶς ποιεῖ, ἀλλὰ μετὰ τῆς αὐτῷ προσηκούσης συνέσεως.