Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας, καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ, οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.» Προτρέπεται ἡμᾶς εἰς τὸ συνιέναι τῶν λεγομένων παρὰ τῶν διδασκόντων, ἵνα μὴ καὶ ἡμεῖς ὅμοιοι ὦμεν τοῖς παρὰ τὴν ὁδόν· μήποτε δέ, ἐπεὶ ὁδός ἐστιν ὁ Χριστός, παρὰ τὴν ὁδόν εἰσιν οἱ ἔξω τοῦ Χριστοῦ. Οἳ οὐκ εἰσὶν ἐν τῇ ὁδῷ, ἀλλὰ παρεκτὸς τῆς ὁδοῦ. «Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν, οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι.» Γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται. Θλίψεως εἶπεν, ἐπεὶ πολλοὶ ὑπὸ γονέων ἢ ἄλλων συμφορῶν θλιβόμενοι, εὐθὺς βλασφημοῦσι· διωγμοῦ δέ, διὰ τοὺς ἐπὶ τῶν τυράννων παραπίπτοντας. «Ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.» Οὐκ εἶπεν, ὅτι Ὁ αἰὼν οὗτος συμπνίγει, ἀλλ’ Ἡ μέριμνα τοῦ αἰῶνος· οὐδὲ ὁ πλοῦτος, ἀλλ’ Ἡ ἀπάτη τοῦ πλούτου. Ὁ πλοῦτος γὰρ ὅταν σκορπισθῇ, οὐ συμπνίγει, ἀλλ’ αὔξει τὸν λόγον· ἄκανθαι δέ, αἱ μέριμναι καὶ αἱ τρυφαί, διότι τὸ πῦρ καὶ τὸ τῆς ἐπιθυμίας καὶ τὸ τῆς γεέννης ἀνάπτουσι.