ΙΑʹ. Μίαν μοῖραν, ἓν ψυχῶν γένος ἀποκηρύττω τῆς πανηγύρεως, στένων μὲν καὶ ἀλγῶν, καὶ οὐδὲ ἐπαΐοντας ἴσως πενθῶν, οὐδ᾽ αἰσθανομένους τῆς ἑαυτῶν ἀπωλείας ἀποδυρόμενος· τοῦτο γὰρ τῆς πληγῆς αὐτῶν τὸ ἐλεεινότατον· ἀποκηρύττω δ᾽ ὅμως, οἳ, σπαρέντες οὐκ ἐπὶ τὴν στερεὰν πέτραν καὶ ἄσειστον, ἀλλ᾽ ἐπὶ τὴν ξηράν τε καὶ ἄγονον· εἰσὶ δὲ οἱ τῷ λόγῳ προσελθόντες ἐπιπολαίως καὶ ὀλιγόπιστοι, καὶ διὰ τὸ μὴ ἔχειν βάθος γῆς, εὐθέως ἐξανατείλαντες, καὶ προκύψαντες, ἵνα τοῖς πλησίον ἀρέσωσιν, ἔπειτα ὑπὸ βραχείας τοῦ πονηροῦ προσβολῆς καὶ ὀλίγου πειρασμῶν καύσωνος, ἐξηράνθησαν καὶ ἀπέθανον. Καὶ τούτων ἔτι χείρους, καὶ μᾶλλον ἀποκηρυκτέοι τῆς πανηγύρεως, ὅσοι μηδὲ πρὸς ὀλίγον ἀντέβησαν τῷ καιρῷ, καὶ τοῖς τὴν κακὴν αἰχμαλωσίαν ἡμᾶς αἰχμαλωτίζουσιν ἀπὸ τοῦ ἀναβάντος εἰς ὕψος, καὶ καλῶς ἡμᾶς αἰχμαλωτίσαντος· ἀλλ᾽ ἐκ περιουσίας ἐφάνησαν πονηροί τε καὶ εὔωνοι, οὐδὲ πρὸς ὀλίγον ἀντισχόντες, οὐδὲ γενομένης τινὸς αὐτοῖς θλίψεως, ἢ πειρασμοῦ, διὰ τὸν Λόγον σκανδαλισθέντες, ἀλλὰ προσκαίρου κέρδους, ἢ θεραπείας, ἢ δυναστείας μικρᾶς, οἱ δείλαιοι τὴν ἑαυτῶν σωτηρίαν ἀπεμπολήσαντες.