Ἐνέγκωμεν οὖν λοιπόν, ἀγαπητοί, τὰ θλιπτικὰ τῆς φυλακῆς, τὰ προσδοκώμενα ἔτι πειρατήρια, αὐτὸ τοῦτο, ἀποθνήσκειν καθ᾽ ἡμέραν, μαρτυρεῖν, ἀθλεῖν, ἕως ἂν ἐπιστῇ ὁ καιρὸς τῆς εἰρήνης, ὃν ὁ Κύριος δεδοκίμακεν ἀρκούντως ἔχειν εἰς δοκίμιον τῶν ὁμολογούντων καὶ ἀνταπόδομα τῶν ἀπειθούντων. ἡ ἡμέρα τὴν ἡμέραν διαβιβαζέτω δι᾽ ὑπομονῆς καὶ προθυμίας, ἡ χεὶρ ἐργαζέσθω οἱονδηποτοῦν ἔργον, τὸ στόμα ψαλλέτω, τὸ σῶμα δουλαγωγείσθω, ὁ νοῦς προσεχέτω ἑαυτῷ μὴ ἀνοίγειν θύραν τοῖς πάθεσιν, ὡς ἂν ἡ φυλακὴ εὐρύχωρος εἶεν, εὐχάριστος, γλυκεῖα, παλάτιον Χριστοῦ· τὸ γὰρ ἐναντίον πρόδηλον. πίστις παρὰ τῶν ἔξωθεν πρὸς ὑμᾶς ἀνδρῶν τε καὶ γυναικῶν, μοναζουσῶν τε καὶ μιγάδων. καὶ εἰκότως· ἐπεὶ φῶς ἐστε χάριτι θεοῦ τῆς Βυζαντίδος, ἵνα μὴ εἴπω ὅλου τοῦ κόσμου. ἀλλὰ βλέπωμεν τὸν ἐπισπείροντα τῷ σίτῳ ζιζάνια διάβολον καὶ τῷ διανοητικῷ κοσκίνῳ τὴν μὲν πίστιν προσιέμεθα, τὰς δὲ σχέσεις ἀποσειώμεθα, ἵνα μὴ ἡ ψυχικὴ χώρα λυμαίνηται. εἶχεν καὶ Παῦλος ὁ μέγας ἀγαπητάς· τὴν Ἀπφίαν, τὴν Περσίδα καὶ Εὐοδίαν παρακαλεῖ, καὶ Συντύχην παρακαλεῖ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ ὡς συγκοπιώσας καὶ συναθλούσας καὶ διακονούσας. καὶ ἀναγκαῖον πάντως ἔχειν, ἀλλ᾽ ἔχειν ὡς εἶχεν ἐκεῖνος· ἐπεί φησι περὶ Πρισκίλλης καὶ Ἀκύλα, οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν.