Ἐν τῇ συναγωγῇ δὲ διδάσκει, ἐν κοινῷ καὶ παῤῥησίᾳ λέγων, ἵνα μὴ ἔχωσιν ὕστερον λέγειν, ὅτι παράνομά τινα ἐδίδασκεν. «Ὥστε ἐκπλήττεσθαι αὐτούς, καὶ λέγειν· Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος, καὶ Ἰωσῆς, καὶ Σίμων, καὶ Ἰούδας; Καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; Πόθεν οὖν τούτῳ ταῦτα πάντα; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.» Ἀνόητοι ὄντες οἱ Ναζαρηνοί, ἐνόμιζον ὅτι ἡ δυσγένεια καὶ ἡ εὐτέλεια τῶν προγόνων, βλάπτει τινὰ πρὸς τὸ εὐαρεστῆσαι τῷ Θεῷ. Ἔστω γάρ, ὅτι ἄνθρωπος ψιλὸς ἦν ὁ Ἰησοῦς, ἀλλ’ οὐχὶ Θεός· τί ἐνεπόδιζεν αὐτὸν μέγαν ἐν θαύμασι γενέσθαι; Εὑρίσκονται οὖν καὶ ἀνόητοι καὶ φθονεροί. Ἔδει γὰρ αὐτοὺς ἐγκαλλωπίζεσθαι μᾶλλον, ὅτι τοιοῦτον ἡ πατρὶς αὐτῶν ἀγαθὸν ἐξήνεγκεν. Ἀδελφοὺς δὲ καὶ ἀδελφὰς εἶχεν ὁ Κύριος, τοὺς τοῦ Ἰωσὴφ παῖδας, οὓς ἔτεκεν ἐκ τῆς τοῦ ἀδελφοῦ αὐτοῦ Κλοπᾶ γυναικός· τοῦ γὰρ Κλοπᾶ ἄπαιδος τελευτήσαντος, ὁ Ἰωσὴφ ἔλαβε κατὰ τὸν νόμον τὴν γυναῖκα αὐτοῦ, καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς παῖδας ἕξ, τέσσαρας ἄῤῥενας, καὶ δύο θηλείας, τὴν Μαρίαν, ἢ ἐλέγετο τοῦ Κλοπᾶ θυγάτηρ κατὰ τὸν νόμον, καὶ τὴν Σαλώμην. Τὸ δέ, πρὸς ἡμᾶς εἰσιν, ἀντὶ τοῦ, μεθ’ ἡμῶν ὧδε κατοικοῦσιν.