οὐ ποιεῖται δὲ τοῖς γραμματεῦσιν οἰκείαν τῆς δοκούσης ἀπορίας ὁ δεσπότης τὴν ἐπίλυσιν δεικνύς, ὅτι οὐδὲν ἡ λύσις τοὺς γραμματεῖς βελτιώσει· οὐ γὰρ ἀγνοίᾳ τοῦ ἀληθοῦς, κακουργίᾳ δὲ καὶ ἀπονοίᾳ γνώμης τοῦτο προέφερον· οὓς γὰρ τηλικούτων θαυμάτων ἐνάργεια οὐκ ἐδυσώπησεν, ἀλλ᾽ εἰς μείζονα φθόνον ἐξέκαυσεν, οὐδὲ τοσαύτης διδασκαλίας χάρις ἐπέστρεψεν. τί ἂν εἰργάσατο ἑνὸς οὐδ᾽ ἀπορίαν ἔχοντος λόγου, ἀλλ᾽ ὑπ᾽ αὐτῶν κακουργουμένου διασάφησις; ἐπάγει γοῦν διὰ τοῦτο τὴν λύσιν οὐκ αὐτοῖς Ἰουδαίοις, ἀλλὰ τοῖς ἀποστόλοις ἁρμόζουσαν, ὅτι ἐλεύσεται μέν, ὃν λέγουσιν 〈Ἠλίαν καὶ ἀποκαταστήσει πάντα〉, ἀλλ᾽ ἤδη καὶ ὁ τοῦ Ἠλία ὁμοιότροπος 〈ἦλθεν〉 καὶ μυρία κακὰ 〈ἐποίησαν〉 αὐτόν. μὴ οὖν σεμνυνέσθωσαν ἐπὶ τῷ λέγειν 〈Ἠλίαν δεῖ ἐλθεῖν〉· οἱ γὰρ τὸν ὁμοιότροπον οὕτω διαθέντες κἀκεῖνον, εἰ νῦν παρεγένετο, οὐκ ἂν μὴ ὁμοίως κακοποιῆσαι ἐφείσαντο, οἵ γε οὐ μόνον τὸν ὁμοιότροπον τοῦ Ἠλία, ἀλλὰ καὶ αὐτὸν τὸν ἑκατέρου δεσπότην σταυρῷ καὶ θανάτῳ παραδοῦναι συνειδῶσιν. φησὶ δὲ 〈καὶ οὐκ ἐπέγνωσαν αὐτόν〉. οὐκ ἠθέλησαν γνῶναι αὐτόν, ἀλλὰ καὶ μηδεμίαν λέγειν ἔχοντες αἰτίαν κατ᾽ αὐτοῦ πάντα, ὅσα ἐπέτρεπεν ἡ πονηρὰ αὐτῶν γνώμη, εἰς αὐτὸν διεπράξαντο. ἐνέβαλλον ὡς κακοῦργον εἰς δεσμωτήριον, μισθὸν ὀρχήσεως τὴν ἐκείνου ζωὴν ἐποιήσαντο, τὴν κεφαλὴν ἐξέτεμον, ἐνύβρισαν καὶ μετὰ θάνατον ἐπὶ πίνακος ὡς ἐνόμιζον θριαμβεύοντες.