ΚΕΦΑΛ. ΙΗʹ.
Περὶ τῶν λεγόντων· Τίς μείζων; Περὶ τοῦ μὴ σκανδαλίζειν.
Περὶ τῶν ρʹ προβάτων παραβολή.
Περὶ τῆς ἐλέγξεως τοῦ πλησίον.
Περὶ τῆς δυνάμεως τοῦ δεσμεῖν καὶ λύειν.
Περὶ τοῦ ὀφείλοντος μύρια τάλαντα.
«Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες· Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν;» Ἐπειδὴ εἶδον τὸν Πέτρον τιμηθέντα ὑπὸ τοῦ Χριστοῦ (ἐτιμήθη γὰρ οὗτος προσταχθεὶς τὸν στατῆρα δοῦναι ὑπὲρ Χριστοῦ καὶ ὑπὲρ ἑαυτοῦ), διὰ τοῦτο ἔπαθόν τι ἀνθρώπινον, καὶ φθόνῳ δακνόμενοι προσέρχονται πλαγίως ἐρωτῶντες τὸν Κύριον· Τίς μείζων ἐστίν; «Καὶ προσκαλεσάμενος ὁ Ἰησοῦς παιδίον, ἕστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Ἰδὼν τοὺς μαθητὰς ὁ Κύριος φιλοδοξίας πάθει κρατηθέντας, καταστέλλει αὐτούς, δεικνύων αὐτοῖς διὰ τοῦ ἀτύφου παιδίου ταπεινοφροσύνης ὁδόν. Δεῖ γὰρ ἡμᾶς κατὰ τὸ ταπεινὸν τοῦ φρονήματος εἶναι παιδία, οὐχὶ κατὰ τὸ νηπιῶδες τοῦ λογισμοῦ· καὶ κατὰ τὸ ἄκακον, οὐχὶ κατὰ τὸ ἀνόητον. Τὸ δέ, Ἐὰν μὴ ἐπιστραφῆτε, εἰπών, ἔδειξεν, ὅτι ἀπὸ ταπεινοφροσύνης ἦλθον εἰς φιλοδοξίαν. Δεῖ οὖν στραφῆναι πάλιν ἐκεῖσε, τουτέστιν, εἰς τὴν ταπεινοφροσύνην, ἀφ’ ἧς ἐξήλθετε. «