Περὶ δὲ τοῦ, Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ᾽ ἐμοῦ, εἰδέναι χρὴ, ὅτι τῶν περιστάσεων, τῶν τε ἔξωθεν καὶ τῶν περὶ τὸ σῶμα, πολὺς καὶ διάφορός ἐστιν ὁ λόγος, τοῦ Θεοῦ ἢ ἐπάγοντος, ἢ συγχωροῦντος διά τινα οἰκονομίαν κρείττονα τῆς παρ᾽ αὐτὰ ἀνέσεως. Ἐὰν μὲν οὖν τις δυνηθῇ γνωρίσαι, ὅτι χρὴ διὰ προσευχῆς καὶ αἰτήσεως ἀπαλλαγῆναι τῆς περιστάσεως, ἀκούεται αἰτήσας, ὡς οἱ δύο τυφλοὶ ἐν Εὐαγγελίῳ καὶ οἱ δέκα λεπροὶ, καὶ πολλοὶ ἕτεροι· ἐὰν δέ τις μὴ γνωρίσῃ τὸν λόγον, καθ᾽ ὃν περιπέπτωκε τῷ πειρασμῷ (πολλάκις γὰρ καὶ δι᾽ ὑπομονῆς κατορθωθῆναι αὐτῷ ὁ σκοπὸς τῶν ἐπαγομένων ὀφείλει), καὶ, δέον εἰς τέλος ὑπομένειν, παραιτῆται τὴν περίστασιν, οὐκ ἀκούεται· ἐπεὶ μὴ συντρέχει τῷ σκοπῷ τῆς φιλανθρωπίας τοῦ Θεοῦ. Τὸ δὲ, Δύο ὑμῶν ἐὰν συμφωνήσωσιν, αὕτη ἡ περικοπὴ σαφηνίζει. Περὶ γὰρ τοῦ ἐλέγχοντος τὸν ἡμαρτηκότα, καὶ περὶ τοῦ ἐλεγχομένου ποιεῖται τὸν λόγον. Ὅτι, τοῦ Θεοῦ μὴ θέλοντος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτὸν, ἐὰν ὁ ἐλεγχθεὶς κατανυγῇ τὴν ψυχὴν, καὶ συνέλθῃ τῷ σκοπῷ τοῦ ἐλέγχοντος, περὶ παντὸς πράγματος, τουτέστι, περὶ παντὸς ἁμαρτήματος οὗ ἐὰν αἰτήσωνται τὴν ἄφεσιν, δοθήσεται αὐτοῖς παρὰ τοῦ φιλανθρώπου Θεοῦ.