Χωρὶς δὲ τούτων, καὶ ἑτέρωθεν αὐτὸ τοῦτο δῆλον ἔσται καὶ καταφανές. Προσελθόντος γάρ τινος καὶ εἰπόντος, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ἐπειδὴ τὰ τοῦ νόμου κατέλεξεν ἅπαντα, ὁ δὲ περιεργαζόμενος, ἔλεγε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι μοι ὑστερεῖ; λέγει πρὸς αὐτόν· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι. Καίτοι εἰ νόμος καὶ πρόσταγμα ἦν, τοῦτο πρῶτον ἐξαρχῆς εἰπεῖν ἔδει, καὶ νομοθετῆσαι, καὶ ἐν προστάγματος τάξει θεῖναι, ἀλλὰ μὴ ἐν συμβουλῇ καὶ παραινέσει αὐτὸ εἰσηγήσασθαι. Ὅταν μὲν γὰρ λέγῃ, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, ἐπιτάττων λέγει· ὅταν δὲ λέγῃ, Εἰ ἐθέλεις τέλειος εἶναι, συμβουλεύων καὶ παραινῶν λέγει. Οὐκ ἔστι δὲ ταὐτὸν συμβουλεύειν καὶ νομοθετεῖν. Ὁ μὲν γὰρ νομοθετῶν, ἐκ παντὸς τρόπου βούλεται τὸ ἐπιταττόμενον γίνεσθαι· ὁ δὲ συμβουλεύων καὶ παραινῶν καὶ τῇ γνώμῃ τοῦ ἀκούοντος ἐπιτρέπων τὴν αἵρεσιν τῶν λεγομένων, κύριον ποιεῖ τοῦ δέξασθαι καὶ μὴ τὸν ἀκροατήν. Διὰ δὴ τοῦτο οὐχ ἁπλῶς εἶπεν, Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, ἵνα μὴ νόμον εἶναι νομίσῃς τὸ λεγόμενον, ἀλλὰ πῶς;