καὶ τοῦτο, φησί, γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τὰ ἑξῆς. καὶ ἐγερθείς, φησίν, ἀπὸ τοῦ ὕπνου ἐποίησεν οὕτως ὁ Ἰωσὴφ καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτήν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. τοῦ δὲ Ἰησοῦ γεννηθέντος, φησίν, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλὴμ λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ τὸν ἀστέρα αὐτοῦ ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ». ποῦ οὖν ἡ πραγματεία τοῦ Ζαχαρίου, ποῦ τὰ τῷ Λουκᾷ πεπραγματευμένα; ποῦ ἡ ὀπτασία τοῦ ἀγγέλου; ποῦ ἡ προφητεία Ἰωάννου τοῦ βαπτιστοῦ; ποῦ ἡ τοῦ Ζαχαρίου ἐπιτίμησις, τοῦ μὴ δύνασθαι αὐτὸν λαλεῖν ἄχρις οὗ γένηται τὰ ὑπὸ τοῦ ἀγγέλου λελαλημένα; ποῦ τὰ ὑπὸ τοῦ Γαβριὴλ τῇ παρθένῳ λεχθέντα; ποῦ ἡ παράστασις τῆς ἀσφαλείας, [τῆς] μετὰ συνέσεως τῆς Μαρίας αὐτῷ τῷ ἀγγέλῳ ἀποκριθείσης, ὡς ἠρώτα λέγουσα «πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» καὶ ἡ μετὰ ἀκριβείας καθαρὰ ὑφήγησις, ὡς εἶπεν αὐτῇ «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι;» 6. Τί οὖν ἐροῦμεν; ἐπεὶ μὴ κατήγγειλεν ὁ Ματθαῖος τὰ ὑπὸ τοῦ Λουκᾶ ῥηθέντα, ἄρα ἀσύμφωνος εἴη ὁ ἅγιος Ματθαῖος πρὸς τὴν ἀλήθειαν;