Ἀπήλλαξας ἡμᾶς πραγμάτων, ὅστις ποτὲ εἶ, ὁ ταῦτα λέγων, μόγις τῆς ἀναβολῆς ἐξειπὼν τὸ ἀπόῤῥητον· καί σε τῆς κακουργίας οὐκ ἐπαινῶν, ἐπαινῶ τῆς ἐξαγορεύσεως. Ἀλλὰ δεῦρο, καὶ τὴν παραβολὴν ἑρμηνεύθητι, ὡς ἂν μὴ βλάπτῃ τοῖς γεγραμμένοις ἐξ ἀπειρίας. Πρῶτον μὲν, οὐ περὶ τοῦ βαπτίσματος ἐνταῦθα ὁ λόγος, ἀλλὰ περὶ τῶν κατὰ διαφόρους καιροὺς πιστευόντων, καὶ εἰς τὸν καλὸν ἀμπελῶνα εἰσερχομένων, τὴν Ἐκκλησίαν. Ἀφ᾽ ἧς γὰρ ἡμέρας καὶ ὥρας ἐπίστευσεν ἕκαστος, ἀπ᾽ ἐκείνης καὶ ἀπαιτεῖται τὴν ἐργασίαν. Ἔπειτα, εἰ καὶ τῷ μέτρῳ τοῦ μόχθου, πλεῖον εἰσήνεγκαν οἱ προεισελθόντες, ἀλλ᾽ οὐχὶ καὶ τῷ μέτρῳ τῆς προαιρέσεως· καὶ τυχὸν τοῖς τελευταίοις, ἐκ ταύτης καὶ πλεῖον ὠφείλετο, εἰ καὶ παράδοξός πως ὁ λόγος. Τοῦ μὲν γὰρ ὕστερον εἰσελθεῖν, τὸ καὶ ὕστερον κληθῆναι πρὸς τὴν ἀμπελουργίαν αἴτιον· τῶν ἄλλων δὲ τὸ διάφορον ὅσον ἐπισκεψώμεθα· Οἱ μὲν οὐ πρότερον ἐπίστευσαν, οὐδὲ εἰσῆλθον, πρὶν ἢ συμφωνηθῆναι αὐτοῖς τὸν μισθόν· οἱ δὲ ἀσύμφωνοι τῇ ἐργασίᾳ προσῆλθον, ὃ μείζονός ἐστι γνώρισμα πίστεως. Καὶ οἱ μὲν φθονερᾶς, καὶ γογγυστικῆς εὑρέθησαν ὄντες φύσεως· οἱ δὲ οὐδὲν ἐγκαλοῦνται τοιοῦτον. Καὶ τοῖς μὲν μισθὸς ἦν τὸ διδόμενον, καίπερ οὖσι πονηροῖς, τοῖς δὲ ἡ χάρις· ὥστε καὶ ἄνοιαν ἐγκληθέντες, εἰκότως τοῦ πλείονος ἐστερήθησαν. Τί δ᾽ ἂν καὶ αὐτοῖς ὀψισθεῖσιν ἐγένετο, καταμάθωμεν· τὸ ἴσον τοῦ μισθοῦ δηλονότι.