Ἐπεὶ οὖν οἱ δέκα ἀκούσαντες ἐθορυβήθησαν, προσκαλεῖται αὐτούς, τῇ κλήσει πρὸ τῶν λόγων αὐτοὺς καταπραΰνων. Καὶ γὰρ οἱ τοῦ Ζεβεδαίου ἀποῤῥαγέντες τῶν ἄλλων, ὡμίλουν αὐτῷ· πᾶσιν οὖν κοινῶς ὁμιλεῖ. Εἰδὼς γὰρ τυραννικὸν τὸ φιλόπρωτον, καὶ σφοδροτέρας δεόμενον πληγῆς, βαθύτερον αὐτῶν καθικνεῖται εἰς τὴν τῶν ἐθνικῶν καὶ ἀπίστων μοῖραν αὐτοὺς ἀποῤῥίπτων, εἰ φιλοδοξεῖν θέλοιεν. Καὶ οὕτως αὐτοὺς ἐντρέπει, φάσκων· Οἱ μὲν ἄλλοι ἄνθρωποι, διότι ἄρχουσι, λαμπρύνονται· καὶ τὸ ἐρᾷν τῶν πρωτείων, τῶν ἐθνικῶν ἐστι πάθος· οἱ δὲ ἐμοὶ μαθηταί, ἀπὸ ταπεινώσεως τιμῶνται· ὥστε καὶ ὁ μείζων θέλων εἶναι, ὀφείλει διακονεῖν τοῖς ὑποδεεστέροις, ὅπερ τῆς ἄκρας ἐστὶ ταπεινώσεως. Ἐν ἐμαυτῷ δὲ τοῦτο δείκνυμι, ὃς ἄρχων ὢν καὶ βασιλεὺς τῶν ἐν οὐρανοῖς, ἐταπείνωσα ἐμαυτόν, διακονήσων ὑμῖν εἰς τὴν σωτηρίαν· καὶ τοσοῦτον δουλεύσων ὑμῖν, ὥστε καὶ τὴν ψυχὴν δοῦναι λύτρον ἀντὶ πολλῶν, τουτέστι, πάντων· οἱ γὰρ πάντες, πολλοί. «Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. Καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυΐδ. Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν.