Λέγει αὐτοῖς· Πῶς οὖν Δαυῒδ ἐν πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου·
Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι; Καὶ οὐδεὶς ἠδύνατο ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκ ἔτι.» Ἐπειδὴ ψιλὸν ἄνθρωπον αὐτὸν ἐνόμιζον εἶναι, ἀνατρέπει αὐτῶν τὴν δόξαν, καὶ διδάσκει τὸ ἀληθὲς διὰ τῆς τοῦ Δαυῒδ προφητείας, ὅτι καὶ Κύριός ἐστι, τὴν θεότητα τὴν ἑαυτοῦ ἀνακηρύττων. Εἰπόντων γὰρ τῶν Φαρισαίων ὅτι Υἱός ἐστι τοῦ Δαυῒδ ὁ Χριστός, τουτέστιν, ἄνθρωπος ψιλός, φησί· Πῶς οὖν ὁ Δαυῒδ Κύριον αὐτὸν ὀνομάζει; καὶ οὐχ ἀπλῶς Κύριον, ἀλλ’ ἐν πνεύματι. τουτέστι διὰ τῆς τοῦ Πνεύματος χάριτος ἀποκαλυφθεὶς αὐτόν; Οὐκ ἀρνούμενος δὲ τὸ εἶναι υἱὸς Δαυῒδ ταῦτα λέγει, ἀλλὰ τοῦτο δεικνύων, ὅτι οὐκ ἔστι ψιλὸς ἄνθρωπος, ἐκ μόνου τοῦ Δαυϊδικοῦ σπέρματος καταγόμενος. Ταῦτα δὲ ἐρωτᾷ ὁ Κύριος, ὡς ἂν ἢ εἰπόντες, ὅτι, Οὐκ οἴδαμεν, ἐρωτήσωσι καὶ μάθωσιν, ἢ εἰπόντες τὸ ἀληθές, πιστεύσωσιν, ἢ μηδὲν ἔχοντες εἰπεῖν, καταισχυνθῶσι καὶ ἀναχωρήσωσι, μηκέτι τολμῶντες ἐρωτῆσαι αὐτόν.