Εἴπατε τοῖς κεκλημένοις· Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ· οἱ δὲ λοιποί, κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος, ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ, ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.» Καὶ αὕτη ἡ παραβολὴ τὴν τῶν Ἰουδαίων ἀπείθειαν ὑποσημαίνει, ὥσπερ καὶ ἡ τοῦ ἀμπελῶνος. Πλὴν ὅσον ἐκείνη μὲν τὸν θάνατον τοῦ Χριστοῦ, αὕτη δὲ χαρὰν γαμήλιον, ἤτοι τὴν ἀνάστασιν δηλοῖ. Δείκνυσι δὲ αὕτη καὶ χείρονα πλημμελήσαντας τούτους τῶν ἐν τῇ προτέρᾳ παραβολῇ. Ἐκεῖνοι μὲν γὰρ καρποὺς ἀπαιτούμενοι, ἐφόνευσαν τοὺς ἀπαιτητάς· οὗτοι δὲ εἰς γάμους καλούμενοι, τὴν μιαιφονίαν ἐπεδείξαντο· ἀνθρώπῳ οὖν βασιλεῖ ὁμοιοῦται ὁ Θεός, οὐ γὰρ φαίνεται οἷός ἐστιν, ἀλλ’ οἷον δεῖ πρὸς ἡμᾶς φαίνεσθαι. Ὅταν μὲν οὖν ὡς ἄνθρωποι ἀποθνήσκωμεν, τοῖς ἀνθρωπίνοις ἐλαττώμασιν ὑποκείμενοι, ὡς ἄνθρωπος φαίνεται ἡμῖν ὁ Θεός· ὅταν δὲ ὡς θεοὶ περιπατῶμεν, τότε ἵσταται ὁ Θεὸς ἐν συναγωγῇ Θεῶν. Ὥσπερ οὖν καὶ ὅταν ὡς θηρία ζῶμεν, γίνεται καὶ ἐκεῖνος ἡμῖν πάνθηρ, καὶ ἄρκτος, καὶ λέων· ποιεῖ δὲ γάμον τῷ Υἱῷ αὐτοῦ, συνάπτων αὐτὸν πάσῃ ψυχῇ ὡραίᾳ. Νυμφίος γὰρ ὁ Χριστός, νύμφη δὲ ἡ Ἐκκλησία καὶ ἡ ψυχή.