Ἀλλὰ κἂν δοῦλοί τινες ὦσι καὶ ἀλήθωσι, καὶ ἐν τούτοις οἱ μὲν παραλαμβάνονται, ὅσοι ἄξιοι· οἱ δὲ ἀφίενται, ὅσοι ἀνάξιοι· ὥστε μανθάνομεν καὶ ἐντεῦθεν, ὅτι καὶ δοῦλοι καὶ θήλειαι οὐκ ἐμποδίζονται πρὸς ἀρετήν. «Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἄν, καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.» Ἀγρυπνεῖν ἐπιτάττει καὶ ἑτοιμάζεσθαι, ἤτοι ἔχειν τὰ τῆς ἀρετῆς ἔργα προτεθησαυρισμένα, ἵνα ἐπειδὰν ἔλθῃ ὁ Κύριος, ἀπαιτῶν τι ὧν θέλει, ἔχωμεν διδόναι. Ὅρα δὲ πῶς οὐκ εἶπεν, ὅτι Οὐκ οἶδα ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἀλλ’, Οὐκ οἴδατε· κλέπτην δὲ τὴν συντέλειαν ὀνομάζει, καὶ τὸν ἑκάστου θάνατον· αἰνίττεται δὲ ἐντεῦθεν, ὅτι καὶ νυκτὸς ἔσται ἡ παρουσία αὐτοῦ. Ὥσπερ οὖν ὁ κλέπτης ἀφανῶς ἔρχεται, οὕτω καὶ ἡ ἐμὴ παρουσία, ὥστε μὴ ῥᾳθυμεῖτε, ἀλλὰ νήφετε. Εἰ γὰρ ᾔδειμεν τὴν τελευτὴν ἡμῶν πότε ἔσται, ἐκείνην ἂν μόνην τὴν ἡμέραν ἐσπουδάζομεν εὐαρεστεῖν τῷ Θεῷ· νῦν δὲ ἀγνοοῦντες, νήφομεν ἀεὶ πρὸς τὰ τῆς ἀρετῆς ἔργα. «Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;