Οἱ δὲ ἀναγωγικώτερόν φασιν ὅτι τὸ μὲν τὴν στερεὰν τροφὴν προσίεσθαι οὐ πάντων ἐστίν, ἀλλὰ τῶν τελειοτέρων· τὸ δὲ ποτίζεσθαι, πάντων· διὰ τοῦτο οὖν ἐνταῦθα ἔφη· Πίετε πάντες. Τὸ γὰρ τὰ ἁπλούστερα τῶν δογμάτων παραδέχεσθαι, πάντων. «Λέγω δὲ ὑμῖν, ὅτι οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου.» Γευσάμενος τοῦ ποτηρίου, ἀποτάττεται λοιπὸν τῷ σωματικῷ πόματι· καινὸν δέ τινα τρόπον γεύσεως ἐπαγγέλλεται ἐν τῇ βασιλείᾳ, τουτέστιν, ἐν τῇ ἀναστάσει. Ἀναστὰς γάρ, ἔφαγε καὶ ἔπιε καινόν τινα τρόπον· οὐ γὰρ ὡς χρῄζων τροφῆς σωματικῆς γεύσεως νόμοις, ἀλλὰ πιστούμενος τὴν ἀληθῆ τοῦ σώματος φύσιν· βασιλείαν δὲ εἰκότως τὴν ἑαυτοῦ ἀνάστασιν ὀνομάζει. Τότε γὰρ κατήργησε τὸν θάνατον, βασιλεὺς τῷ ὄντι φανείς· ἣ καὶ οὕτω νοήσαις· Καινὸν πόμα, ἡ ἀποκάλυψις τῶν μυστηρίων τοῦ Θεοῦ, ἃ τότε ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, τουτέστιν ἐν τῇ δευτέρᾳ παρουσίᾳ, ἀποκαλυφθήσεται, καινὰ ὄντα, τουτέστιν, οἷα οὐκ ἠκούσαμεν ἄλλοτε· πίνειν δὲ ἐκεῖνα λέγεται ὁ Χριστὸς μεθ’ ἡμῶν, διότι τὴν ἡμετέραν ὠφέλειαν τροφὴν καὶ πόσιν οἰκείαν ἡγεῖται. «Καὶ ὑμνήσαντες, ἐξῆλθον εἰς τὸ ὅρος τῶν Ἐλαιῶν.» Μεθ’ ὃ ἐδείπνησαν, ὕμνησαν, ἵνα μάθωμεν ὅτι καὶ ἡμᾶς οὕτω δεῖ ποιεῖν.