Ἀλλ’ ὁ μαθητὴς γνωρίζει αὐτοῖς τὸν διδάσκαλον, ἐκ τοῦ καταφιλεῖν· εἰδὼς γὰρ τὴν φιλανθρωπίαν τοῦ Κυρίου, θρασύνεται καὶ φιλῆσαι. Ὁ δὲ ἀνέχεται ἄχρι καὶ τῆς τελευταίας ὥρας, σπουδάζων διὰ τῆς μακροθυμίας αὐτὸν κερδῆσαι. Ὅτε δὲ οὐδὲ οὕτως ἐσωφρονίσθη, τότε ποιεῖ αὐτοὺς πεσεῖν, ὡς ὁ Ἰωάννης φησίν, ἵνα κἂν διὰ τοῦ πεσεῖν, ἐπιγνῶσι τὴν αὐτοῦ δύναμιν· ὡς δὲ οὐδ’ οὕτως ἀπέστησαν τῆς θρασύτητος, τότε ἐκδίδωσιν ἑαυτόν· ἑταῖρον δὲ τὸν Ἰούδαν καλεῖ, κωμῳδῶν αὐτὸν καὶ διασύρων, ὡς δῆθεν ἑταίρου φίλημα δόντα· τὸ δέ, Ἐφ’ ᾧ πάρει, ἀντὶ τοῦ, ἐπὶ ποίῳ σκοπῷ πάρει ἐνταῦθα; Ἆρα ὡς φίλος; καὶ μὴν οὐκ ἕδει μετὰ μαχαιρῶν παρεῖναι. Ἀλλ’ ὡς ἐχθρός; καὶ πῶς καταφιλεῖς; Ἐλέγχει τοίνυν αὐτὸν ὡς δόλιον. «Καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως, ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς. Πάντες γὰρ οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀποθανοῦνται· ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαί, ὅτι οὕτω δεῖ γενέσθαι;» Πέτρος ἦν ὁ τὴν μάχαιραν σπασάμενος, καθὰ Ἰωάννης φησίν· εἷχε δὲ μάχαιραν, ὡς ἄρτι τὸ ἀρνίον θύσας, ὃ ἔφαγον. Μὴ ἐγκαλῶμεν δὲ τῷ Πέτρῳ.