Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· Σὺ λέγεις· ἀπόκρισιν δοὺς αὐτῷ σοφωτάτην· οὔτε γὰρ εἶπεν, ὅτι Οὐκ εἰμί, οὔτε πάλιν, ὅτι Εἰμί. Ἀλλὰ μέσως πως ἔφη· Σὺ λέγεις.
Τοῦτο γὰρ δύναται καὶ οὕτω νοηθῆναι, ὅτι Εἰμὶ καθὼς λέγεις· καὶ οὕτως, ὅτι Ἐγὼ μὲν τοῦτο οὐ λέγω, σὺ δὲ λέγεις· ἄλλο μέντοι οὐδὲν ἀπεκρίνατο· ᾔδει γὰρ τὸ κριτήριον μὴ κατὰ λόγον προβαῖνον. Ἐθαύμαζεν οὖν ὁ Πιλάτος τὸν Κύριον, ἅμα μὲν ὡς καταφρονοῦντα θανάτου, ἅμα δὲ πῶς λόγιος ὢν καὶ μυρία ἔχων προβαλέσθαι εἰς ἀπολογίαν, οὐδὲν ἀπεκρίνατο, ἀλλὰ τῶν ἐγκαλούντων ὑπερεώρα. Διδασκώμεθα δὲ καὶ ἡμεῖς ἐντεῦθεν ὅταν πρὸς δικαστήριον ἔχωμεν διεφθαρμένον, μηδὲν λέγειν, ἵνα μήτε θόρυβον πλείονα ἐγείρωμεν, μήτε κατακρίσεως πλείονος ὦμεν αἴτιοι τοῖς μὴ τῶν ἀπολογιῶν ἡμῶν ἀκούουσι. «Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον· εἶχον δὲ τότε δέσμιον ἐπίσημον, λεγόμενον Βαραββᾶν. Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ Πιλάτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, Βαραββᾶν, ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; ᾜδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.» Ὁ Πιλάτος ἐσπούδαζεν ἀπολῦσαι τὸν Χριστόν, εἰ καὶ μαλακώτερον τοῦ δέοντος· ἔδει γὰρ ἐνστῆναι αὐτὸν ὑπὲρ τοῦ ἀληθοῦς. Πρῶτον μὲν οὖν ἠρώτησε τὸν Κύριον· Οὐκ ἀκούεις τί οὗτοί σου καταμαρτυροῦσιν;