Ἢ μᾶλλον διὰ τοῦτο οὐ συγχωρεῖται ἅψασθαι τοῦ Ἰησοῦ κατὰ τὸν Ἰωάννην, ὡς περίεργος. Ἐπεὶ γάρ, ὥς φησιν ὁ Ματθαῖος, ἥψατο αὐτοῦ τῶν ποδῶν, τίς ἦν ἔτι χρεία πάλιν ἅψασθαι; Ὥστε ὡς περιττὴν οὖσαν λοιπὸν αὐτὴν ἀπωθεῖται. «Πορευομένων δὲ αὐτῶν, ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα· καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, λέγοντες· Εἴπατε ὅτι, Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες, ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτόν, καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. Οἱ δέ, λαβόντες τὰ ἀργύρια, ἐποίησαν ὡς ἐδιδάχθησαν· καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον.» Οἱ μὲν ἀπὸ τῆς κουστωδίας ἀπήγγειλαν πάντα· ὅτι σεισμὸς ἐγένετο, ὅτι ὁ λίθος ἤρθη αὐτομάτως, ὅτι αὐτοὶ φοβηθέντες ἐγένοντο ὠσεὶ νεκροί. Οἱ δὲ Ἰουδαῖοι οὔτε τὰ ἐπὶ τῷ πάθει γενόμενα θαύματα, οὔτε τὰ ἐπὶ τῷ τάφῳ μαρτυρούμενα παρὰ τῶν στρατιωτῶν δυσωπηθέντες, τῷ ἰδίῳ πάθει τῇ φιλαργυρίᾳ ὑπονοθεύουσι τοὺς στρατιώτας, παραπείθοντες αὐτοὺς τὸ πάντων ἀσεβέστερον φθέγξασθαι καὶ ἀνοητότερον, ὅτι ἐκλάπη. Πῶς γὰρ ἂν ἔκλεψαν, ὦ ἀνόητοι, οἱ μαθηταί, οἱ διὰ τὸν φόβον ἀποκλεισθέντες καὶ μὴ τολμῶντες ὅλως ἐξελθεῖν;