Ἀλλὰ καὶ ὁ δεχόμενος ταύτην, μοιχός ἐστιν.
Εἰ γὰρ μὴ ἐδέξατο, ἐπανέστρεψεν ἂν ἐκείνη, καὶ ὑπετάγη τῷ ἀνδρί. Τὸν γὰρ Χριστιανὸν δεῖ εἰρηνοποιὸν εἶναι καὶ πρὸς τοὺς ἄλλους, καὶ πολλῷ πλέον πρὸς τὴν ἰδίαν γυναῖκα. «Πάλιν ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου.» Τουτέστιν, Ὅταν ὀμνύῃς, ἀλήθευε. «Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως, μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ· μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως.» Ἐπειδὴ οἱ Ἰουδαῖοι τοῦ Θεοῦ λέγοντος ἤκουον, «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον,» ὤμνυον κατὰ τῶν τοιούτων. Ὁ τοίνυν Κύριος κωλύων αὐτούς, οὐ λέγει, ὅτι Ἐπειδὴ καλὸς καὶ μέγας ἐστὶν ὁ οὐρανός, καὶ χρησίμη ἡ γῆ, διὰ τοῦτο μὴ ὀμνύετε· ἀλλ’ ὅτι ὁ μὲν θρόνος ἐστὶ τοῦ Θεοῦ, ἡ δέ, ὑποπόδιον, ἵνα μὴ εἰδωλολατρία χώραν ἕξῃ. Ἐθεοποιήθησαν γὰρ ἂν τὰ στοιχεῖα παρὰ τῶν εἰς αὐτὰ ὀμνυόντων· ὃ καὶ πρότερον ἐγένετο. «Μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι.» Ὁ Θεὸς μόνος ὀμνύει καθ’ ἑαυτοῦ, ὡς μηδενὶ ὑποκείμενος· ἡμεῖς δὲ οὐκ ἐξουσιάζοντες ἑαυτῶν, πῶς ἂν ὀμόσαιμεν κατὰ τῆς κεφαλῆς ἡμῶν; ἑτέρου γὰρ τὸ κτῆμα.