Ἀλλὰ τί τὸ κέρδος ἀπὸ τῆς ἡμετέρας σιγῆς, τῶν πραγμάτων οὕτω βοώντων τὴν μάχην, καὶ πρὸ τῶν πραγμάτων δὲ αὐτῶν τοῦ μέλλοντος κρίνειν ἡμᾶς πάντα εἰδότος σαφῶς; Τὸ μὲν οὖν μὴ θησαυρίζειν ἐπὶ τῆς γῆς, ἀλλ᾽ ἐν οὐρανῷ, εἰ καὶ ὀλίγους, ὅμως εὕροι τις ἂν κατωρθωκότας καλῶς· οἱ γὰρ λοιποὶ πάντες ὥσπερ τοὐναντίον ἀκούσαντες, καὶ παραγγελθέντες ἐπὶ τῆς γῆς θησαυρίζειν, οὕτως ἀφιέντες τὸν οὐρανὸν, προστετήκασιν ἅπασι τοῖς ἐν τῇ γῇ, καὶ περὶ τὴν τῶν χρημάτων μαίνονται συλλογὴν, καὶ τὸν Θεὸν μισήσαντες, ἀγαπῶσι τὸν μαμωνᾶν· τὸ δὲ, Μὴ μεριμνήσητε περὶ τὴν αὔριον, οὐδένα οὔτε ἀκούσαντα, οὔτε πεισθέντα οἶδα ἐγὼ διὰ τὴν ὀλιγοπιστίαν ἡμῶν. Διὰ τοῦτο ταύτην ἐγκαλυψάμενος παρελεύσομαι τὴν ἐντολήν. Ἔδει μὲν γὰρ καὶ ἁπλῶς ἀποφαινόμενον πιστεύεσθαι τὸν Χριστόν· νῦν δὲ οὐδὲ λογισμοὺς ἀναντιῤῥήτους εἰπὼν, καὶ ὑποδείγματα παραγαγὼν, τό τε τῶν ὀρνίθων καὶ τοῦ χόρτου, πιστεύεται παρ᾽ ἡμῶν, ἀλλ᾽ ὁμοίως τοῖς ἔθνεσι, τάχα δὲ καὶ μικροψυχότερον ὑπὲρ τῆς τούτων φροντίδος δακνόμεθα, καὶ μηδὲ εὔχεσθαι ὑπὲρ αὐτῶν κελευσθέντες, ἅπασαν περὶ ταῦτα τὴν σπουδὴν ἀναλίσκομεν. Ταύτην οὖν, ὅπερ ἔφην, ἐρυθριάσας παρελεύσομαι τὴν ἐντολήν· ἐπὶ δὲ τοῖς μετὰ ταῦτα ἥξω, εἴ πώς τινα τῆς αἰσχύνης ταύτης εὕρω παραμυθίαν μικράν. Τί τοίνυν μετὰ ταῦτα λέγει; Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε.