Ὥστε γὰρ πάντας ἐπᾶραι πρὸς μίμησιν, διὰ τοῦτο οὕτως εἶπεν. Οὐκοῦν καὶ ἡμεῖς ἐπιδράμωμεν τῷ πράγματι, ἵνα ἔχωμεν καυχᾶσθαι ἐκεῖ, ὅτι ἐνίψαμεν πόδας ἁγίων. Εἰ δὲ πόδας αὐτῶν νίπτειν δεῖ, πολλῷ μᾶλλον καὶ ἐκ χειρὸς ἐπιδιδόναι αὐτοῖς τὰ χρήματα, καὶ σπουδάζειν λανθάνειν. Μὴ γνώτω, φησὶν, ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου. Τί μυρίους παραλαμβάνεις μάρτυρας; μηδὲ οἰκέτης ἰδέτω, εἰ δυνατὸν, μηδὲ γυνή. Πολλὰ τὰ σκάνδαλα τοῦ δολίου· πολλάκις ἡ μηδέποτε ἐμποδίσασα, τότε ἐμποδίζει ἢ ὑπὸ κενοδοξίας, ἢ ὑπὸ ἑτέρου τινός. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ, καίτοι θαυμαστὴν ἔχων γυναῖκα, τὸν υἱὸν μέλλων ἀναφέρειν, ἔκρυπτε, καίτοι γε οὐκ εἰδὼς τὸ ἐκβησόμενον, ἀλλὰ πεπεισμένος, ὅτι πάντως ἀναιρήσει. Τί οὖν ἔμελλε λέγειν, εἴ τις ἦν ἄνθρωπος τῶν πολλῶν; οὐκ ἂν εἶπε, Τίς ἐστιν οὗτος ὁ ταῦτα διαπραττόμενος; οὐκ ἂν ἐπὶ ἀπηνείᾳ αὐτὸν διέβαλε καὶ ἀγροικίᾳ; Οὐδὲ ἰδεῖν κατηξιώθη τὸ παιδίον τὸ ἑαυτῆς ἡ γυνὴ, οὐδὲ ὑστέρας ἀκοῦσαι φωνῆς, οὐδὲ σπαῖρον θεάσασθαι, ἀλλ᾽ ὥσπερ αἰχμάλωτον λαβὼν, οὕτως ἀπήγαγεν. Ἀλλ᾽ οὐδὲν τούτων ἐνενόησεν ὁ δίκαιος ἐκεῖνος, μεθύων τῷ πόθῳ.