Ταῦτα δὲ ἔλεγε, διδάσκων καὶ τοὺς μαθητάς, ἵνα καὶ αὐτοί, ὅταν μαθητεύωσι τὴν οἰκουμένην, συγκαταβαίνωσι.
Ῥάκος οὖν ἄγναφον ἡ νηστεία, καὶ οἶνος νέος· ἱμάτιον δὲ παλαιὸν καὶ ἀσκοί, ἡ ἀσθένεια τῶν μαθητῶν. «Ταῦτα αὑτοῦ λαλοῦντος αὐτοῖς, ἰδοὺ ἅρχων τις προσεκύνει αὐτῷ, λέγων· Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν, ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ’ αὐτήν, καὶ ζήσεται· καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθησεν αὐτῷ, καὶ οἱ μαθηταὶ αὐτοῦ.» Φαίνεται πίστιν ἔχων οὗτος, εἰ καὶ μὴ μεγάλην· παρακαλεῖ γὰρ τὸν Ἰησοῦν, οὐχὶ λόγῳ μόνῳ εἰπεῖν, ἀλλὰ καὶ ἐλθεῖν, καὶ τὴν χεῖρα ἐπιθεῖναι. Τετελευτηκέναι δὲ λέγει τὴν θυγατέρα, καίτοι τοῦ Λουκᾶ λέγοντος ὡς οὔπω τετελεύτηκεν, ἢ ὡς στοχαζόμενος, διὰ τὸ ἐν ἐσχάταις ἀναπνοαῖς αὐτὴν ἀφεῖναι, ἢ αὐξάνων τὴν συμφοράν, ὡς εἰς ἔλεον ἑλκύσαι τὸν Χριστόν. «Καὶ ἰδοὺ γυνὴ αἱμοῤῥοοῦσα δώδεκα ἕτη, προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἑαυτῇ· Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι. Ὁ δὲ Ἰησοῦς ἐπιστραφεὶς καὶ ἰδὼν αὐτήν, εἶπε· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε. Καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.» Ἀκάθαρτος οὖσα διὰ τὸ πάθος, οὐ προσῆλθε φανερῶς ἡ γυνή, εὐλαβουμένη μήπως κωλυθῇ· εἰ καὶ ἐνόμισε δὲ λανθάνειν, πλὴν ἤλπισεν ὑγείας τυχεῖν, εἰ μόνον τοῦ ἄκρου τοῦ ἱματίου ἅψεται.