Θάρσει δέ, λέγει αὐτῇ, διότι ἐφοβήθη ὡς κλέψασα τὴν δωρεάν, καὶ θυγατέρα δὲ καλεῖ, ὡς πιστήν.
Δείκνυσι δὲ ὅτι, ἐὰν μὴ πίστιν προσήγαγεν, οὐκ ἂν ἔλαβε τὴν χάριν, κἂν τὰ ἱμάτια ἅγια ἦσαν. Λέγουσι δὲ ὡς ἀνδριάντα αὕτη τοῦ Σωτῆρος εἰργάσατο, οὗ παρὰ τοὺς πόδας ἐφύετο βοτάνη ταῖς αἱμοῤῥοούσαις βοηθοῦσα, ὃν ἐν τοῖς Ἰουλιανοῦ χρόνοις οἱ ἀσεβεῖς συνέτριψαν. «Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος, καὶ ἰδὼν τοὺς αὐλητάς, καὶ τὸν ὄχλον θορυβούμενον, λέγει αὐτοῖς· Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ.» Ἐπειδὴ ἄγαμος ἦν, μετὰ τῶν γαμικῶν αὐλῶν αὐτὴν ἐθρήνουν, παρὰ τὸν νόμον τοῦτο ποιοῦντες· καθεύδειν δὲ λέγει αὐτήν, διότι παρ’ αὐτῷ ὁ θάνατος ὕπνος ἦν, δυναμένῳ εὐκόλως ἀναστῆσαι. Εἰ δὲ καταγελῶσιν αὐτοῦ, μὴ θαυμάσῃς· μαρτυροῦσι γὰρ μᾶλλον τῷ θαύματι, ὡς νεκρὰν τῷ ὄντι ἀναστήσαντος· ἵνα γὰρ μήτις λέγῃ ὅτι κάτοχος ἐγένετο, διὰ τοῦτο ὡμολογήθη παρὰ πάντων ἀποθανεῖν. «Ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησε τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον, καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.» Ἔνθα ὄχλος καὶ περισπασμός, οὐ θαυματουργεῖ ὁ Ἰησοῦς.