Ἀναλαβόντας οὖν χωρίς τινος προλήψεως καὶ προσπαθείας ἔνεστι συνιδεῖν καὶ φιλαλήθως εἰπεῖν ὡς ἡ μὲν τῶν ἀλειψαμένων μύρῳ τὸν κύριον πολλῷ τῶν ἄλλων τὸ μέσον προέλαβεν, αἱ δὲ περὶ τὸ πάθος τὴν ἱερουργίαν ταύτην ἐπὶ νοῦν βάλλονται· καὶ τούτων ἡ μὲν πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα, ἡ δὲ πρὸ δύο τοῦ πάθους. καὶ ἡ μὲν ἁμαρτωλός, ἡ δὲ πόρνη, ἀπὸ τῶν παθῶν μᾶλλον ἢ ἀπὸ τῶν κυρίων τῆς κλήσεως γινωσκόμεναι, ἡ δὲ ἀπὸ τοῦ ἀδελφοῦ φέρει τὸ ἐπώνυμον. καὶ ἡ μὲν ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου τοὺς δεσποτικοὺς πόδας ἀλείφει τῷ μύρῳ καὶ τοῖς δάκρυσι προαποπλύνει· ἡ δὲ ἐν τῇ οἰκίᾳ τῇ ἰδίᾳ, καὶ δακρύων καιρὸν οὐ γινώσκει, δεξιοῦται δὲ μᾶλλον τραπέζῃ καὶ εὐφροσύνῃ αὐτόν τε τὸν Ἰησοῦν καὶ οὗ τὸν τάφον ἡ σωτήριος φωνὴ γενέσεως ἔδειξεν ἐργαστήριον καὶ χωρίον ἀναβιώσεως, κενοῖ δὲ καὶ αὐτὴ κατὰ τῶν ἀχράντων ποδῶν τὸ μύρον καὶ ταῖς θριξὶν ἀπομάσσει· ἡ δὲ λοιπὴ καὶ τρίτη ἐν τῇ οἰκίᾳ μὲν τοῦ λεπροῦ παραγίνεται, πολύτιμον καὶ αὐτὴ μύρον φέρουσα, οὐδαμῶς δὲ τοῖς μέλεσι τοῦ σωτῆρος ψαύει, ἀλλ’ ἄφνω τὸν ἀλάβαστρον συντρίψασα κατὰ τῆς κεφαλῆς τὸ μύρον ἐπιχέει, τέχνῃ προφθάνουσα καὶ σπουδῇ τοὺς εἴ τινες ἐπιχειρεῖν μελετήσειαν τὴν πρᾶξιν κωλύειν. καὶ ἡ μὲν τὴν πόλιν φέρει μάρτυρα τῆς ἀκολασίας, ἐν τῇ πόλει γὰρ ἁμαρτωλὸς ὠνομάζετο, ἡ δὲ τὴν κώμην, ἡ δὲ τοῖς τῆς σωφροσύνης καὶ καθαρότητος ἀνακτόροις ἐθαλαμεύετο.