Ὅτι τοῦ πρώτου χοροῦ ὤν, κατὰ τοῦ Δεσπότου ἐλύττησεν.
Ἴδε δὲ καὶ τὴν ἀναισθησίαν αὐτοῦ, πῶς ἐνόμισε λαθεῖν τὸν Κύριον ἐκ τοῦ φιλήματος, ὡς δῆθεν φίλος νομισθησόμενος. Καὶ εἰ φίλος ἐτύγχανε, τίνος ἕνεκα μετὰ τῶν ἐχθρῶν ἦλθεν; Ὄντως ἀνόητον ἡ πονηρία. Εἷς δέ τις τῶν παρεστηκότων, ὁ Πέτρος οὗτος ἦν, ἀποσιωπᾷ δὲ τὸ ὄνομα αὐτοῦ ὁ Μάρκος, ἵνα μὴ δόξῃ ἐπαινεῖν τὸν διδάσκαλον αὐτοῦ Πέτρον, ὡς ζηλώσαντα ὑπὲρ τοῦ Χριστοῦ. Καλῶς δὲ τὸ ὠτίον τοῦ δούλου τοῦ ἀρχιερέως ἀφεῖλεν. Αἰνίττεται γὰρ ὅτι παρήκοοι ἦσαν καὶ ἀπειθεῖς, τῶν Γραφῶν καταμελοῦντες. Εἰ γὰρ εἶχον ὦτα, τῶν Γραφῶν κατακούοντα, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Οὐκ ἄλλον δὲ δοῦλον ἔπαισεν ὁ Πέτρος, ἀλλὰ τοῦ ἀρχιερέως. Οἱ γὰρ ἀρχιερεῖς πρῶτοι τῶν Γραφῶν παρήκουον, δοῦλοι φθόνου καὶ φιλαυτίας γενόμενοι. Εἶπε δὲ τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε· καθ’ ἡμέραν ἐδίδασκον ἐν τῷ ἱερῷ. Τοῦτο δὲ τὴν θεότητα αὐτοῦ δείκνυσιν. Ὅτε γὰρ ἐν τῷ ἱερῷ ἐδίδασκεν, οὐκ ἠδυνήθησαν αὐτὸν συσχεῖν, καίτοι ἐν χερσὶν αὐτῶν ὄντα, ὅτι μήπω ὁ καιρὸς ἦν τοῦ πάθους. Ὅτε δὲ ἠθέλησε, τότε ἑαυτὸν παρέδωκεν, ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν, ὅτι Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, οὐκ ἐρίζων, οὐδὲ κραυγάζων, ἀλλ’ ἑπόμενος ἑκών. «Καὶ ἀφέντες αὐτὸν πάντες, ἔφυγον. Καὶ εἷς τις νεανίσκος ἠκολούθει αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ.