ὁ Χριστὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ.» ταῦτα γὰρ τί ἂν διαφέροι τῶν ἐν τῷ ψαλμῷ προαναπεφωνημένων ἐν τῷ «ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν». καὶ μὴ θαυμάσῃς, εἰ ταῦτα κατὰ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν εἴρητό τε καὶ πεπλήρωτο, ὁπότε εἰσέτι δεῦρο παρὰ πᾶσιν ἀνθρώποις τοῖς μηδέπω τὴν εἰς αὐτὸν πίστιν ἀνειληφόσιν «ὄνειδος ἀνθρώπων» νενόμισται. τί γὰρ ἂν αἴσχιον καὶ παντὸς ὀνείδους χεῖρον τοῦ σταυρωθῆναι; ἀλλὰ καὶ «ἐξουδένημα λαοῦ» ἐστιν τοῦ ἐκ περιτομῆς, παντὸς αὐτῶν τοῦ ἔθνους εἰσέτι νῦν καὶ σήμερον χλευάζειν καὶ ἐξουθενεῖν καὶ καταπτύειν εἰωθότος αὐτοῦ, ὅθεν καὶ εἰκότως ὁ ἀπόστολος· «ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν». καὶ τὰ ἑξῆς δὲ εἰρημένα ἐν τῷ ψαλμῷ εἰσέτι καὶ νῦν εὕροις ἂν παρὰ τοῖς πολλοῖς περὶ τοῦ αὐτοῦ λεγόμενα. ταῦτα μὲν οὖν περὶ τῆς διαλαβούσης αὐτὸν εἰσέτι τότε περιστάσεως ηὔχετο.