Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες, ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.» Ὅρα τὴν τοῦ Κυρίου ἐντολήν, Κηρύξατε πάσῃ τῇ κτίσει. Οὐκ εἶπεν, ὅτι Τοῖς πειθομένοις κηρύξατε, ἀλλά, πάσῃ τῇ κτίσει, εἴτε πείθονται εἴτε μή. Ὁ πιστεύσας, καὶ οὐκ ἀρκεῖ τοῦτο, ἀλλὰ καὶ βαπτισθείς. Ὁ γὰρ πιστεύσας μέν, οὐ βαπτισθεὶς δέ, ἀλλ’ ἔτι κατηχούμενος ὤν, οὐκ ἤδη καὶ σέσωσται. Σημεῖα δὲ λέγει τοῖς πιστεύσασι παρακολουθήσειν, τὸ δαιμόνια ἐκβάλλειν, τὸ γλώσσαις λαλεῖν καιναῖς, τὸ ὄφεις αἴρειν, τουτέστιν, ἀφανίζειν ὄφεις, εἴτε τοὺς νοητούς, ὡς τό, Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων, τῶν νοητῶν δηλαδή. Δύναται δὲ καὶ οὕτω νοηθῆναι, ὄφεις ἀροῦσιν. Ὥσπερ ὁ Παῦλος τὴν ἔχιδναν ἐν τῇ χειρὶ αὐτοῦ ἦρε, μηδὲν ὑπ’ αὐτῆς βλαβείς· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψῃ. Γέγονε δὲ τοιαῦτα πάντως πολλά, ὡς ἐν ταῖς ἱστορίαις εὑρίσκομεν. Πολλοὶ γὰρ καὶ φάρμακα πιόντες, διὰ τῆς τοῦ σταυροῦ σφραγῖδος ἀβλαβεῖς διετηρήθησαν. Ταῦτα δὲ λαλήσας, ἀνελήφθη, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐκήρυξαν πανταχοῦ τοῦ Κυρίου, φησίν, συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων.