Προσέχετε λοιπόν, τέκνα, καὶ μὴ πτύρεσθε ἐν τοῖς ἀπτύρτοις, πτυρέσθω δὲ μᾶλλον ὁ πάμπτυρτος ὑφ’ ὑμῶν διὰ τῆς ἐπὶ θεὸν ἐλπίδος καὶ εὐχῆς. πρὸς τούτοις καλὸν καὶ τοῦτο ὑπομνῆσαι, ἵνα μὴ φαρισαΐζωσί τινες, ὑπὸ τὸ “οὐαὶ” πίπτοντες ἐν τῷ ζητεῖν τὰς πρωτοκλησίας καὶ τὰς πρωτοκαθεδρίας· “ὁ γὰρ θέλων πρῶτος εἶναι ἐν ὑμῖν, ἔστω πάντων διάκονος”, ὁ κύριος εἴρηκεν. ὑψοῦσθε οὖν ἐν τῇ ταπεινώσει, μᾶλλον πρωτεύετε ἐν τῷ ἐσχατιάζειν τῇ προθέσει· καὶ περὶ τοῦ ἔξω, ὡς ἂν συμβάλλῃ, δέχεσθε. ἐγὼ δὲ θαυμάζω, πῶς τινες καὶ τὰ πρῶτα φιλοῦσι καὶ τῶν πρώτων τὴν ἀρετὴν οὐ μεταδιώκουσιν, ἀνεκκλησίαστοί τινες ὄντες, ὑπνιάριοί τε καὶ γογγυστάριοι. δεῖ δέ, εἴπερ καὶ ἐφίενται τῶν πρωτείων, ἵνα καὶ τῶν προεχόντων τὰ ἔργα ἀναλαμβάνωσιν, ἐπεὶ πολὺ τὸ αἰσχρὸν ἔχει τὸ πρᾶγμα. πάντας οὖν κύριος ὁ θεὸς εὐχαῖς τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν καὶ στηρίξοι καὶ συμβιβάσοι, μὴ μόνον ἀκούειν, ἀλλὰ καὶ εἰς ἔργον προάγειν πᾶν τὸ λεγόμενον ἀξιώσειεν, ὅτι αὐτῷ πρέπει δόξα, τιμή, κράτος, προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.