Ταῦτα κατὰ ταῦτα ποιήσετε τὴν ἡμέραν εἰς τὰς ἑπτὰ ἡμέρας, δῶρον κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ ἐπὶ τοῦ ὁλοκαυτώματος τοῦ διαπαντὸς, ποιήσεις τὴν σπονδὴν αὐτοῦ. Καὶ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ.» Ὅτι μὲν οὖν ἐν μηνὶ τῷ πρώτῳ, καὶ μέντοι καὶ ἐν ἡμέρᾳ τεσσαρεσκαιδεκάτῃ τὸ Πάσχα πληροῦν ἀνάγκη κατὰ τὸν νόμον, φθάσαντες ἤδη προείπομεν. Τί δ᾽ ἂν βούλοιτο δηλοῦν καὶ τῶν ἀζύμων ἡ βρῶσις, καὶ ἡ κατὰ Σάββατον ἀργία, καὶ πρὸς τούτοις ἔτι τὸ ὠνομάσθαι κλητὰς ἁγίας τήν τε πρώτην καὶ τὴν ἑβδόμην ἡμέραν, προαπέδειξε σαφῶς ὁ λόγος. Τοιγάρτοι μεθεὶς τὸ ἔν γε τουτοισὶ διαμέλλειν ἔτι, ἐπὶ τοὺς τῶν θυσιῶν πάλιν ἴωμεν τρόπους. Δύο μὲν τοίνυν οἱ μόσχοι, πρὸς ὁλοκαυτώματα καὶ θυσίαν, εἷς δὲ κριὸς, καὶ μὴν καὶ ἀμνοὶ τὸν ἀριθμὸν ἑπτὰ, πάντες ἄμωμοί τε καὶ ἐνιαύσιοι, καὶ θυσία μὲν ἐπ᾽ αὐτοῖς, σεμίδαλις ἐλαιόδευτος. Πλὴν οὐκ ἐν ἴσῳ μέτρῳ· τρία μὲν γὰρ ἑκάστῳ μόσχῳ δέκατα, δύο δὲ τῷ κριῷ, καὶ ἓν ἐφ᾽ ἑκάστῳ τῶν ἀμνῶν. Εἶτα συνεισφέρεται καὶ χίμαρος ἐξ αἰγῶν, ὑπὲρ ἁμαρτίας· «Καὶ ταυτὶ δὴ πάντα,» φησὶ, «πλὴν τῶν ὁλοκαυτωμάτων τοῦ ἐνδελεχισμοῦ.»