Βούλει τὸ θεῖον αὐτὸ παραθέντες λόγιον, τὰ εἰκότα λέγωμεν; ΠΑΛΛ. Πάνυ μὲν οὖν. ΚΥΡ. Γέγραπται τοίνυν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν ἐν τῷ ὄρει Σινᾶ ἐν τῷ ἔτει τῷ δευτέρῳ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ἐν τῷ μηνὶ τῷ πρώτῳ, λέγων· Εἶπον, καὶ ποιείτωσαν οἱ υἱοὶ Ἰσραὴλ τὸ Πάσχα καθ᾽ ὥραν αὐτοῦ, τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν, ποιήσεις αὐτὸ κατὰ καιρούς· κατὰ τὸν νόμον αὐτοῦ, καὶ κατὰ τὴν σύγκρισιν αὐτοῦ ποιήσεις αὐτό. Καὶ ἐλάλησε Μωσῆς τοῖς υἱοῖς Ἰσραὴλ ποιῆσαι τὸ Πάσχα ἐναρχομένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἐν τῇ ἐρήμῳ τοῦ Σινᾶ. Καθὰ συνέταξε Κύριος τῷ Μωσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ.